Thesauros Edebiyat biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
6 Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν ἔγραφεν mei ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα Ξενοφῶντα] Comm. 2, 1, 31, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα συμμαρτυροῦσα *: ἡ μαρτυροῦσα τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών ἡγεμὼν] γέμων Hauptius, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων ξύλων] om. iidem ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττεινfort. scrib. partim cum aliis ita: ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης cett. τεχνῖται - εἶναι] om. mei. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος ναύκληρος Leonicus: ναυκληρικὸς ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον οὐ χαλεπῶς ἔφη τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως· οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντωνita W: ἀπὸ τῶν τυχόντων γενομένην ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένηIannotius: δεχομένη χορηγοῦντος οὐδὲ προδικοῦντος προδικοῦντος idem: προσδοκῶντος οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶ χοροὶ καὶ Μοῖσα Μοῖσα Boeckhius: μοῦσα καὶ Ἀγλαΐαcf. Bergk. 1 p. 448 καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi