Thesauros Edebiyat biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
8 μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδαmalim Ἐπαμεινώνδου τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ νῦν μέν ἔφη θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτονταςCoraes: κόπτοντας , οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος διὰ φροντίδος R μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης· λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.Nauck. p. 314 οὐ γὰρ τόσον οὐ γὰρ τόσον] om. codices. Malim οὐ γὰρ τοσοῦτον σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ φαινόμενον καὶ τὸ μὴ φαινόμενον κἑ] Fort. ἅτε μὴ φαινομένων (sc. τῶν παρ’ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων) ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δ’ ὑπὸ δόξης κενῆς cett. Reiskius coniecerat: καὶ τὸ μὴ φαινόμενον (sc. τινα) ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δ’ ὑπὸ δόξης cett. ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι τε χρῆσθαι G. Papavassiliu: κεκρῆσθαι καὶ μετρίως τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι τὰ πράγματα, παρωσάμεναί τε τε] γε? στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις τοὺς πολεμίους mei διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος οὐ μὰ τοὺς θεούς εἶπεν ἀλλὰ τοιοῦτον μὲν εἶναι εἶναι] supplendum vid. εἰκὸς εἶναι cf. p. 187c τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν ἅμα πρόσω καὶ ὀπίσω τῶν πραγμάτων ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον. ὁ γὰρ Σοφοκλῆς Σοφοκλῆς] cf. Plat. Rep. p. 329 c ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς πολλοὺς καὶ Duebnerus μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν ταῖς φροντίσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi