Thesauros Edebiyat biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
13 ἕπεται δὲ τούτοις ἡ περὶ φίλων κρίσις, μήτε τὴν Θεμιστοκλέους ἐπαινοῦσα μήτε τὴν Κλέωνος διάνοιαν. ὁ μὲν γὰρ Κλέων, ὅτε πρῶτον ἔγνω τῆς πολιτείας ἅπτεσθαι, τοὺς φίλους συναγαγὼν εἰς ταὐτὸ διελύσατο τὴν φιλίαν πρὸς αὐτούς, ὡς πολλὰ τῆς ὀρθῆς καὶ δικαίας προαιρέσεως μαλάσσουσαν ἐν τῇ πολιτείᾳ καὶ παράγουσαν· ἄμεινον δʼ ἂν ἐποίησε τὴν φιλοπλουτίαν ἐκβαλὼν τῆς ψυχῆς καὶ τὴν φιλονεικίαν καὶ φθόνου καὶ κακοηθείας καθήρας αὑτόν· οὐ γὰρ ἀφίλων αἱ πόλεις ἀνδρῶν καὶ ἀνεταίρων ἀλλὰ χρηστῶν καὶ σωφρόνων δέονται· νυνὶ δὲ τοὺς μὲν φίλους ἀπήλασεν, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένωνib. Coraes: οἰμωζομένων (sed ex Palat. nihil enotatum) Arist. Pac. 756 ἐλιχμῶντο περὶ αὐτόν, ὡς οἱ κωμικοὶ λέγουσι· καὶ τραχὺς ὢν πρὸς τοὺς ἐπιεικεῖς καὶ βαρὺς αὖθις ὑπέβαλλε τοῖς πολλοῖς πρὸς χάριν ἑαυτὸν γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς idem: καὶ ἀναμισθαρνεῖν cf. Kock. 3 p. 400 καὶ τὸ· φαυλότατον καὶ τὸ νοσοῦν μάλιστα τοῦ δήμου προσεταιριζόμενος ἐπὶ τοὺς ἀρίστους. ὁ δὲ Θεμιστοκλῆς πάλιν πρὸς τὸν ἀποφηνάμενον, ὡς ἄρξει καλῶς ἅπασι ἅπασι παρέχων ἑαυτόν, μηδέποτʼ εἶπεν εἰς τοιοῦτον ἐγὼ καθίσαιμι θρόνον, ἐν ᾧ πλέον οὐχ ἕξουσιν οἱ φίλοι παρʼἐμοῦ παρ’ ἐμοῦ Antonii Melissa: παρ’ ἐμοὶ τῶν μὴ φίλων, οὐδʼ οὗτος ὀρθῶς; τῇ φιλίᾳ κατεπαγγελλόμενος τὴν πολιτείαν καὶ τὰ κοινὰ καὶ δημόσια ταῖς ἰδίαις χάρισι καὶ σπουδαῖς ὑφιέμενος. καίτοι πρός γε Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων οὔτε ποιητής ἔφη σπουδαῖός ἐστιν ᾄδων παρὰ μέλος οὔτʼ ἄρχων ἐπιεικὴς παρὰ τὸν νόμον χαριζόμενος. δεινὸν γὰρ ὡς ἀληθῶς καὶ σχέτλιον, εἰ ναύτας μὲν ἐκλέγεται κυβερνήτης καὶ κυβερνήτην ναύκληρος εὖ μὲν ἐνὶ πρύμνῃ οἰήιον, εὖ δὲ κεραίην cf. Callimach. fr. 382 p. 787 ed. Schneideri εἰδότας ἐντείνασθαι ἐντύνασθαι Schneiderus praeter necessitatem ἐπορνυμένου ἀνέμοιο· καί τις ἀρχιτέκτων ὑπουργοὺς καὶ χειροτέχνας, οἳ μὴ διαφθεροῦσιν αὐτοῦ τοὔργον*: τὸ ἔργον ἀλλʼ ἄριστα συνεκπονήσουσιν· ὁ δὲ πολιτικός, ἀριστοτέχνας τις ὢν κατὰ Πίνδαρον καὶ δημιουργὸς εὐνομίας καὶ δίκης, οὐκ εὐθὺς αἱρήσεται φίλους ὁμοιοπαθεῖς καὶ ὑπηρέτας καὶ συνενθουσιῶντας αὐτῷ πρὸς τὸ καλόν, ἀλλʼ ἄλλους πρὸς ἄλλην ἀεὶ χρείαν κάμπτοντας αὐτὸν ἀδίκως καὶ βιαίως· οὐδέν τʼ ὀφθήσεται διαφέρων οἰκοδόμου τινὸς ἢ τέκτονος ἀπειρίᾳ καὶ πλημμελείᾳ γωνίαις χρωμένου καὶ κανόσι καὶ στάθμαις, ὑφʼ ὧν διαστρέφεσθαι τοὔργον ἔμελλεν· ὄργανα γὰρ οἱ φίλοι ζῶντα καὶ φρονοῦντα τῶν πολιτικῶν ἀνδρῶν εἰσι, καὶ οὐ δεῖ συνολισθάνειν αὐτοῖς παραβαίνουσιν, ἀλλὰ προσέχειν ὅπως μηδʼ ἀγνοούντων αὐτῶν ἐξαμαρτάνωσι. τοῦτο γὰρ καὶ Σόλωνα κατῄσχυνε καὶ διέβαλε πρὸς τοὺς πολίτας· ἐπεὶ γὰρ ἐν νῷ λαβὼν τὰ ὀφλήματα κουφίσαι καὶ τὴν σεισάχθειαν (τοῦτο δʼ ἦν ὑποκόρισμα χρεῶν ἀποκοπῆς) εἰσενεγκεῖν ἐκοινώσατο τοῖς φίλοις· οἱ δ’ ἔργον ἀδικώτατον ἔπραξαν · ἐδανείσαντο γὰρ ὑποφθάσαντες ἀργύριον πολὺ καὶ μετʼ ὀλίγον χρόνον εἰς φῶς τοῦ νόμου προαχθέντος οἱ μὲν ἐφάνησαν οἰκίας τε λαμπρὰς καὶ γῆν συνεωνημένοι πολλὴν ἐξ ὧν ἐδανείσαντο χρημάτων, ὁ δὲ Σόλων αἰτίαν ἔσχε συναδικεῖν ἠδικημένος. Ἀγησίλαος δὲ περὶ τὰς τῶν φίλων σπουδὰς αὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ ταπεινότατος ὥσπερ ὁ Εὐριπίδου Πήγασος ἔπτηξʼ ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι,ʼ καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος ἐδόκει συνεξομοιοῦσθαι ταῖς ἀδικίαις· καὶ γάρ τοι Φοιβίδαν κρινόμενον ἔσωσεν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν ἄνευ προστάγματος, φήσας τὰ τοιαῦτα δεῖν αὐτοματίζειν καὶ Σφοδρίαν ἐπʼ ἔργῳ παρανόμῳ καὶ δεινῷ φεύγοντα δίκην ʽ ἐνέβαλε γὰρ εἰς τὴν Ἀττικὴν φίλων ὅντων καὶ συμμάχωνʼ ἀφεθῆναι διεπράξατο, δεήσεσιν ἐρωτικαῖς τοῦ παιδὸς μαλαχθείς· καὶ πρός τινα δυνάστην ἐπιστόλιον αὐτοῦ τοιοῦτον φέρεται Νικίαν, εἰ μὲν οὐκ, ἀδικεῖ, ἄφεςcf. p. 209 f· εἰ δʼ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δʼ ἄφες. ἀλλὰ Φωκίων οὐδὲ τῷ γαμβρῷ ΧαρίκλῳDuebnerus: χαρίλλῳ cf. Vit. Phoc. c. 21 δίκην ἔχοντι περὶ τῶν Ἁρπαλείων συνεισῆλθεν, ἀλλʼ ἐγώ σε φήσας ἐπὶ πᾶσι τοῖς δικαίοις ἐποιησάμην κηδεστήν ᾤχετʼ ἀπιών. καὶ Τιμολέων ὁ Κορίνθιος τὸν ἀδελφὸν ἐπεὶ διδάσκων καὶ δεόμενος οὐκ ἀπέστησε τῆς τυραννίδος, συνέπραξε τοῖς ἀνελοῦσι.cf. p. 531 d, δεῖ γὰρ οὐκ ἄχρι τοῦ βωμοῦ φίλον εἶναι τῷ μὴ συνεπιορκεῖν, ὥς ποτε Περικλῆς εἶπεν, ἀλλʼ ἄχρι παντὸς νόμου καὶ δικαίου καὶ συμφέροντος, ὃ παροφθὲν εἴς τινα μεγάλην βλάβην ἀναφέρει ἀνέφερε R: ἀνεφέρετο καὶ κοινήν, ὡς ἀνέφερε τὸ μὴ. δοῦναι δίκην Σφοδρίαν μηδὲ Φοιβίδαν· οὗτοι γὰρ οὐχ ἥκιστα τὴν Σπάρτην ἐνέβαλον εἰς τὸν Λευκτρικὸν πόλεμον. ἐπεὶ τοῖς γε μετρίοις ἁμαρτήμασι τῶν φίλων ἐπεμβαίνειν βαρὺν ὁ πολιτικὸς οὐκ ἀναγκάζει λόγος, ἀλλὰ καὶ δίδωσιν εἰς ἀσφαλὲς θεμένους τὰ μέγιστα τῶν κοινῶν ἐκ περιουσίας βοηθεῖν τοῖς φίλοις καὶ παρίστασθαι ʼκαὶ συνεκπονεῖν ὑπὲρ αὐτῶν. εἰσὶ δὲ καὶ χάριτες ἀνεπίφθονοι, συλλαβέσθαι πρὸς ἀρχὴν τῷ φίλῳ μᾶλλον, ἐγχειρίσαι τινὰ διοίκησιν ἔνδοξον ἢ πρεσβείαν φιλάνθρωπον, οἷον ἡγεμόνος τιμὰς ἔχουσαν, ἢ πρὸς πόλιν ὑπὲρ φιλίας καὶ ὁμονοίας ἔντευξιν· ἂν δʼ ᾖ τις ἐργώδης ἐπιφανὴς δὲ καὶ μεγάλη πρᾶξις, αὑτὸν ἐπὶ ταύτην τάξαντα πρῶτον εἶτα προσελέσθαι τὸν φίλον, ὡς ὁ Διομήδης εἰ μὲν δὴ ἕταρόν γε κελεύετὲ μʼ αὐτὸνidem: κελεύτ’ ἐμαυτὸν ἑλέσθαι, Hom. K 242 πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην κἀκεῖνος; αὖ πάλιν ἀνταποδίδωσιν οἰκείως τὸν ἔπαινον ἵπποι δʼ οἵδε, γεραιέ, νεήλυδες, οὓς ἐρεείνεις,id. K 558 ib. δ’ οἵδε idem: δὲ Θρηίκιοι, τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. αὕτη γὰρ ἡ πρὸς τοὺς φίλους ὕφεσις· οὐχ ἧττον ἐπικοσμεῖ τῶν ἐπαινουμένων τοὺς ἐπαινοῦντας· ἡ δʼ αὐθάδεια, φησὶν ὁ Πλάτων Πλάτων] Epist. IV p. 321 b, ἐρημίᾳ σύνοικος. ἔτι τοίνυν ταῖς καλαῖς καὶ φιλανθρώποις χάρισι δεῖ τοὺς φίλους συνεισποιεῖν καὶ κελεύειν τοὺς εὖ παθόντας; ἐκείνους ἐπαινεῖν καὶ ἀγαπᾶν, ὡς αἰτίους ἅμα καὶ συμβούλους γεγενημένους· τὰς δὲ φαύλας καὶ ἀτόπους ἀξιώσεις ἀποτρίβεσθαι μὴ πικρῶς ἀλλὰ πράως, διδάσκοντα καὶ παραμυθούμενον ὡς οὐκ ἄξιαι τῆς ἐκείνων ἀρετῆς εἰσι καὶ δόξης. ἄριστα ὁ ἀνθρώπων, ὁ Ἐπαμεινώνδας, ἀρνησάμενος δεηθέντι τῷ Πελοπίδᾳ τὸν κάπηλον ἐκ τῆς εἱρκτῆς ἀφεῖναι καὶ μετʼ ὀλίγον τῆς ἐρωμένης δεηθείσης ἀφείς, τοιαύτας ἔφη χάριτας, ἐκ Πελοπίδα, λαμβάνειν ἑταιριδίοις οὐ στρατηγοῖς πρέπον ἐστίν. ὁ δὲ Κάτων βαρέως καὶ αὐθάδως*: αὐθαδῶς , ἐπεὶ Κάτλος ὁ τιμητής, φίλος ὢν ἐν τοῖς μάλιστα καὶ συνήθης, ἐξῃτεῖτό τινα τῶν κρινομένων ὑπʼ αὐτοῦ ταμιεύοντος αἰσχρόν ἐστιν ἔφη σὲ τὸν ὀφείλοντα τοὺς νέους ἡμᾶς σωφρονίζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι τῷ γὰρ ἔργῳ τὴν χάριν ἐξῆν ἀπειπάμενον ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν, ὡς μηδὲ τῇ πράξει τὸ λυπηρὸν ἑκουσίως ἀλλʼ ἀναγκαίως ἐπιφέροντα διὰ τὸν νόμον καὶ τὸ δίκαιον. εἰσὶ δὲ καὶ πρὸς χρηματισμὸν οὐκ ἀγεννεῖς ἐν πολιτείᾳ τοῖς δεομένοις τῶν φίλων αἱ συλλήψεις οἷον ὁ Θεμιστοκλῆς, μετὰ τὴν μάχην ἰδὼν νεκρὸν στρεπτὰ χρυσᾶ καὶ μανιάκην περικείμενον αὐτὸς μὲν παρῆλθεν, ἐπιστραφεὶς δὲ πρὸς τὸν φίλον ἀνελοῦ ταῦτʼ εἶπεν· οὐ γὰρ καὶ σὺ Θεμιστοκλῆς γέγονας. δίδωσι γὰρ καὶ τοῦτο πολλάκις τῷ πολιτικῷ τὰ πράγματα πρὸς τοὺς φίλους. οὐ γὰρ δὴ Μενέμαχοι πάντες εἰσὶ · τῷ μὲν οὖν οὖν * ἐγχείρισον συνηγορίαν ἔμμισθον ὑπὲρ τοῦ δικαίου, τῷ δὲ σύστησον πλούσιον ἐπιμελείας καὶ προστασίας δεόμενον· ἄλλῳ δʼ εἰς ἐργολαβίαν τινὰ σύμπραξον ἢ μίσθωσιν ὠφελείας ἔχουσαν. Ἐπαμεινώνδας δὲ καὶ πλουσίῳ τινὶ προσελθόντα φίλον αἰτεῖν ἐκέλευσε τάλαντον, ὡς αὐτοῦ δοῦναι κελεύσαντος· ἐπεὶ δʼ ὁ αἰτηθεὶς ἐλθὼν ἐπυνθάνετο τὴν αἰτίαν, ὅτι χρηστός εἶπεν οὗτος ὢν πένης ἐστί, σὺ δὲ πλουτεῖς πολλὰ τῆς πόλεως νενοσφισμένος. καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν Ξενοφῶν] Ages. c. 4 ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi