Thesauros Edebiyat biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
32 οἱ μὲν οὖν οὖν] om. mei ἔμπειροι θεραπείας καὶ τροφῆς μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν νομίζουσιν ᾧ δὲ τοῦ λογικοῦ καὶ πολιτικοῦ σμήνους ἐπιμέλειαν ἔχειν ὁ θεὸς ἔδωκεν, ἡσυχίᾳ μάλιστα καὶ πραότητι δήμου τεκμαιρόμενος εὐδαιμονίαν τὰ μὲν ἄλλα τοῦ Σόλωνος ἀποδέξεται καὶ· μιμήσεται κατὰ δύναμιν, ἀπορήσει δὲ καὶ θαυμάσει τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέροις προσθέμενον. οὔτε γὰρ σώματι νοσοῦντι γίγνεται μεταβολῆς ἀρχὴ πρὸς τὸ ὑγιαίνειν ἀπὸ τῶν συννοσούντων μερῶν, ἀλλʼ ὅταν ἡ παρὰ τοῖς ἐρρωμένοις ἰσχύσασα κρᾶσις ἐκστήσῃ τὸ παρὰ φύσιν· ἔν τε δήμῳ στασιάσαντι μὴ δεινὴν μηδʼ ὀλέθριον στάσιν ἀλλὰ παυσομένην ποτὲ δεῖ τὸ ἀπαθὲς καὶ τὸ ὑγιαῖνον ἐγκεκρᾶσθαι πολὺ καὶ παραμένειν καὶ συνοικεῖν· ἐπιρρεῖ γὰρ τούτῳ τούτῳ] οὕτω M τὸ οἰκεῖον ἐκ τῶν σωφρονούντων καὶ δίεισι διὰ τοῦ νενοσηκότος αἱ δὲ διʼ ὅλων ἀναταραχθεῖσαι πόλεις κομιδῇ διεφθάρησαν, ἂν μή τινος ἀνάγκης ἔξωθεν τυχοῦσαι καὶ κολάσεως ὑπὸ κακῶν βίᾳ σωφρονήσωσιν. οὐ μὴν ἀναίσθητον οὐδʼ ἀνάλγητον ἐν στάσει καθῆσθαι προσήκει τὴν περὶ αὑτὸν ἀταραξίαν ὑμνοῦντα καὶ τὸν ἀπράγμονα καὶ μακάριον βίον, ἐν ἑτέροις ἐπιτερπόμενον ἀγνωμονοῦσιν ἀλλʼ ἐνταῦθα δεῖ μάλιστα τὸν Θηραμένους κόθορνον ὑποδούμενον ἀμφοτέροις ὁμιλεῖν καὶ μηδετέροις προστίθεσθαι δόξεις γὰρ οὐχὶ τῷ μὴ συναδικεῖν ἀλλότριος ἀλλὰ τῷ βοηθεῖν κοινὸς εἶναι πάντων καὶ τὸ μὴ συνατυχεῖν οὐχ ἕξει φθόνον, ἂν πᾶσι φαίνῃ συναλγῶν ὁμοίως. κράτιστον δὲ προνοεῖν, ὅπως μηδέποτε στασιάζωσι, καὶ τοῦτο τῆς πολιτικῆς ὥσπερ ὥσπερ] add. πέρας Madvigius; nihil opus τέχνης μέγιστον ἡγεῖσθαι καὶ κάλλιστον. ὅρα γάρ, ὅτι τῶν ὅτι τῶν] ὄντων R. Malim ὅτι τῶν μεγίστων ἀγαθῶν ὄντων μεγίστων ἀγαθῶν ταῖς πόλεσιν, εἰρήνης ἐλευθερίας εὐετηρίας εὐανδρίας ὁμονοίας, πρὸς μὲν εἰρήνην οὐδὲν οἱ δῆμοι τῶν πολιτικῶν ἔν γε τῷ παρόντι χρόνῳ δέονται πέφευγε γὰρ ἐξ ἡμῶν καὶ ἠφάνισται πᾶς μὲν Ἕλλην πᾶς δὲ βάρβαρος πόλεμος πᾶς μὲν Ἑλλην πᾶς δὲ βάρβαρος πόλεμος] cf. Thuc. 2, 36: βάρβαρον ἢ Ἑλληνα πόλεμον ἐπιόντα, sed Thucyd. interpretes locum Plutarcheum neglexerunt· ἐλευθερίας δʼ ὅσον οἱ κρατοῦντες νέμουσι τοῖς δήμοις μέτεστι καὶ τὸ πλέον ἴσως οὐκ ἄμεινον· εὐφορίαν δὲ γῆς ἄφθονον εὐμενῆ τε κρᾶσιν ὡρῶν καὶ τίκτειν γυναῖκας ἐοικότα τέκνα γονεῦσιcf. Hes. OD 233 καὶ καὶ add. R σωτηρίαν τοῖς γεννωμένοις εὐχόμενος ὅ γε σώφρων αἰτήσεται παρὰ θεῶν τοῖς ἑαυτοῦ πολίταις. λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων ἔργον Coraes, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς συνοικοῦσιν, ἔριδας δὲ καὶ διχοφροσύνας καὶ δυσμένειαν ἐξαιρεῖν ἅπασαν, ὥσπερ ἐν φίλων διαφοραῖς, τὸ μᾶλλον οἰόμενον ἀδικεῖσθαι μέρος ἐξομιλοῦντα πρότερον καὶ συναδικεῖσθαι δοκοῦντα καὶ συναγανακτεῖν, εἶθʼ οὕτως ἐπιχειροῦντα πραΰνειν καὶ διδάσκειν ὅτι τῶν βιάζεσθαι καὶ νικᾶν ἐριζόντων · οἱ παρέντες παρέντες X: παρόντες. Sed malim παριέντες οὐκ ἐπιεικείᾳ καὶ ἤθει μόνον ἀλλὰ καὶ φρονήματι καὶ μεγέθει ψυχῆς διαφέρουσι, καὶ μικρὸν ὑφιέμενοι νικῶσιν ἐν τοῖς καλλίστοις καὶ μεγίστοις· ἔπειτα καὶ καθʼ ἕνα καὶ κοινῇ διδάσκοντα καὶ φράζοντα τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν, ἧς ἓν ἀπολαῦσαι ἓν ἀπολαῦσαι Madvigius: ἐναπολαῦσαι ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι, μηδὲν ἐν μέσῳ τῆς τύχης ἆθλον ὑπολελοιπυίας. τίς γὰρ ἡγεμονία, τίς δόξα τοῖς περιγενομένοις; ποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου διάταγμα κατέλυσεν οὐ κατέλυσεν W ἢ μετέστησεν εἰς ἄλλον, οὐδὲν οὐδʼ ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν; ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς οὐ πολλάκις ἐκ τόπων ἱερῶν ἄρχεται καὶ δημοσίων, ἀλλὰ λύχνος τις ἐν οἰκίᾳ παραμεληθεὶς ἢ συρφετὸς διακαεὶς ἀνῆκε φλόγα πολλὴν καὶ δημοσίαν φθορὰν ἀπεργασαμένην, οὕτως οὐκ ἀεὶ στάσιν πόλεως αἱ περὶ τὰ κοινὰ φιλονεικίαι διακάουσιν, ἀλλὰ πολλάκις ἐκ πραγμάτων καὶ προσκρουμάτων ἰδίων εἰς δημόσιον αἱ διαφοραὶ προελθοῦσαι συνετάραξαν ἅπασαν τὴν πόλιν· οὐδενὸς ἧττονab οὐδενὸς ἧττον incipit apodosis τῷ πολιτικῷ προσήκει ταῦτʼ ἰᾶσθαι καὶ προκαταλαμβάνειν, ὅπως τὰ μὲν οὐδʼ ὅλως ἔσται τὰ δὲ παύσεται ταχέως, τὰ δʼ οὐ λήψεται μέγεθος οὐδʼ ἅψεται τῶν δημοσίων, ἀλλʼ ἐν αὐτοῖς μενεῖ τοῖς διαφερομένοις, αὐτόν τε προσέχοντα καὶ φράζοντα τοῖς ἄλλοις, ὡς ἴδια κοινῶν καὶ μικρὰ μεγάλων αἴτια καθίσταται παροφθέντα καὶ μὴ τυχόντα θεραπείας ἐν ἀρχῇ μηδὲ παρηγορίας· οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος αὐτομάτως ἐπὶ ταῖς σπονδαῖς μέσου ῥαγέντος, οἰωνισάμενος καὶ καταλιπὼν τὴν νύμφην ἀπῆλθε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης ὀλίγον ὕστερον θύουσιν αὐτοῖς ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν κατεκρήμνισε τὸν Ὀρσίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων ἱκετεύοντας ἐν τῷ ἱερῷ τῆς ΠροναίαςKaltwasserus: προνοίας ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων, ἀποκτείναντες οἱ Δελφοὶ τὸν Κράτητα καὶ τοὺς συστασιάσαντας ἐκ τῶν χρημάτων ἐναγικῶν προσαγορευθέντων τοὺς κάτω ναοὺς ἀνῳκοδόμησαν. ἐν δὲ Συρακούσαις δυεῖν νεανίσκων συνήθων ὁ μὲν τὸν ἐρώμενον τοῦ ἑτέρου λαβὼν φυλάσσειν διέφθειρεν ἀποδημοῦντος, ὁ δʼ ἐκείνῳ πάλιν ὥσπερ ἀνταποδιδοὺς ὕβριν ἐμοίχευσε τὴν γυναῖκα τῶν δὲ πρεσβυτέρων τις εἰς βουλὴν παρελθὼν ἐκέλευσεν ἀμφοτέρους ἐλαύνειν, πρὶν ἀπολαῦσαιCoraes: ἀπολέσαι καὶ ἀναπλησθῆναι τὴν πόλιν ἀπʼ αὐτῶν τῆς ἔχθρας· οὐ μὴν ἔπεισεν, ἀλλʼ ἐκ τούτου στασιάσαντες ἐπὶ συμφοραῖς μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα*: παρδάλαου πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγονBenseler.: ὀλίγου ἐδέησεν ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν στάσιν R καὶ πόλεμον ἐμβαλοῦσα. διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων*: προσκρουσμάτων διαδρομὰς ὀξείας ἐχόντων, ἀλλʼ ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν· προσοχῇ γάρ, ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δʼ ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ παρέχειν ἑαυτὸν ἐν ταῖς ἰδίαις διαφοραῖς ἥμερον διαλλακτήν, ἀμήνιτον, ἐπὶ τῶν πρώτων αἰτιῶν μένοντα καὶ· μηδενὶ προστιθέντα φιλονεικίαν μηδʼ ὀργὴν μηδʼ ἄλλο πάθος ἐμποιοῦν τραχύτητα καὶ πικρίαν τοῖς ἀναγκαίοις ἀμφισβητήμασι. τῶν μὲν ἐν ταῖς παλαίστραις διαμαχθμένων ἑπισφαίροις περιδέουσι ἐπισφαίροις περιδέουσι] cf. Plat. de Legg. p. 830 b τὰς χεῖρας, ὅπως εἰς ἀνήκεστον ἡ ἅμιλλα μηδὲν ἐκπίπτῃ, μαλακὴν ἔχουσα τὴν πληγὴν καὶ ἄλυπον ἐν δὲ ταῖς κρίσεσι καὶ ταῖς δίκαις πρὸς τοὺς πολίτας ἄμεινὸν ἐστι καθαραῖς καὶ ψιλαῖς ταῖς αἰτίαις χρώμενον ἀγωνίζεσθαι, καὶ μὴ καθάπερ βέλη τὰ πράγματα χαράσσοντα καὶ φαρμάσσοντα ταῖς βλασφημίαις καὶ ταῖς κακοηθείαις καὶ ταῖς ἀπειλαῖς ἀνήκεστα καὶ μεγάλα καὶ δημόσια ποιεῖν. ὁ γὰρ οὕτω προσφερόμενος τοῖς καθʼ αὑτὸν ὑπηκόους ἕξει καὶ τοὺς ἄλλους· αἱ δὲ περὶ τὰ δημόσια φιλοτιμίαι, τῶν ἰδίων ὑφαιρουμένων ἀπεχθειῶν, εὐτελεῖς γίγνονται καὶ δυσχερὲς οὐδὲν οὐδʼ ἀνήκεστον ἐπιφέρουσιν.
← Önceki 30 / 30

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi