Thesauros Edebiyat biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
6 ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων μήτʼ αὖ πάλιν, ὡς ὁ Πυθέας τὸν Δημοσθένους ἔλεγεν, ἐλλυχνίων ὄζων ὄζων M: ὅζειν καὶ σοφιστικῆς περιεργίας ἐνθυμήμασι πικροῖς πικρὸς R καὶ περιόδοις πρὸς κανόνα καὶ διαβήτην ἀπηκριβωμέναις ἀπηκριβωμένοις cod. Palat. fortasse rectius; an ἀπηκριβωμένος?· ἀλλʼ ὥσπερ οἱ μουσικοὶ τὴν θίξιν ἀξιοῦσι τῶν χορδῶν ἠθικὴν καταφαίνεσθαι μὴ κρουστικήν, οὕτω τῷ λόγῳ τοῦ πολιτευομένου καὶ συμβουλεύοντος καὶ ἄρχοντος ἐπιφαινέσθω μὴ δεινότης μηδὲ πανουργία, μηδʼ εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ διαιρετικῶς, ἀλλʼ ἤθους ἀπλάστου καὶ φρονήματος ἀληθινοῦ καὶ παρρησίας πατρικῆς καὶ προνοίας καὶ συνέσεως κηδομένης ὁ λόγος ἔστω μεστός, ἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων καὶ ἀγωγὸν ἔκ τε σεμνῶν ὀνομάτων καὶ νοημάτων ἰδίων ἰδίων] ἡδέων R καὶ πιθανῶν. δέχεται δʼ ὁ πολιτικὸς λόγος δικανικοῦ τοῦ δικανικοῦ Emperius μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ὁ εἰπὼν μὴ ποιήσητε ἑτερόφθαλμον τὴν Ἑλλάδαcf. Aristot. p. 1411, 4 καὶ Δημάδης Δημάδης] cf. Vit. Phoc. c. 1 τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως, καὶ Ἀρχίλοχος μηδʼ ὁ Ταντάλου λίθος Bergk. 2 p. 396 τῆσδʼ ὑπὲρ νήσου κρεμάσθω καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖνcf. Vit. Per. c. 8 κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκηςcf. Vit. Phoc. c. 23 καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δʼ ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δʼ οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου Θουκυδίδου] 1, 86. 2, 72, 60 δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.Nauck. p. 441 vs. 22

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi