Thesauros Edebiyat biography Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι Plutarch
4 τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς· σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς ἀφανισταῖς] δανεισταῖς M, μᾶλλον δʼ οὐδʼib. οὐδʼ Basileensis αὐτοῖςib. ἑαυτοῖς mei· τί γὰρ ἦν τὸ δεινόν; ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ ὁ] om. iidem Πλάτωνib. Πλάτων] Rep. p. 615 e φησὶ καθʼ Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι. καὶ γὰρ οὗτοι τὴν ἀγορὰν ἀσεβῶν χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς δέρτρονHom. λ 578 ἔσω εἴσω mei δύνοντες,ʼ τοὺς δʼ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας. ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως οὗτοι τῶν χειρογράφων καὶ συμβολαίων ὥσπερ πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύνουσι, σπείροντες οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλʼ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους δυσεκτρίπτους vel δυσεκνίπτους R τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι παραβλαστάνουσαι Doehnerus κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει· διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi