5
λέγεται μὲν παρὰ Μεσσηνίοις ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστιcf. Strab. 8 c. 7 (p. 339). Arist. Equ. 1059 καὶ ἄλλος λεχθήσεται δὲ πρὸς τοὺς δανειστάς ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος. εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτʼ ὄντος μηδʼ ὑφεστῶτος γεννᾶται τόκος· καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος· αὐτοὶ γὰρ γὰρ * παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δʼ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες· ὁ γὰρ οὗ οὗ Bongarsius: οὐ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε Πέρσαι γε] cf. Herod. 1, 138 τὸ ψεύδεσθαι δεύτερον πρῶτον - δεύτερον Herodotus rectius ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις· ψεύδονται δὲ μᾶλλον οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες· καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδʼ ἀπορίαν, ἀλλʼ ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις. οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτʼ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτʼ ἐσθῆτας ἐκείνων ἐκείνων] add. φοροῦσιν R. ἀμφιένυνται Madvigius · ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται ὑπʼ ἐκείνου δελεαζόμενος. νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόντων, ἄλλον ἐξ ἄλλου καταναλίσκον ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον που κυλινδόμενον] ποῦ κυλινδόμενοι Emperius. προσκυλινδόμενον Madvigius καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον.