Thesauros Edebiyat biography Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι Plutarch
7 ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν Μουσώνιε εἶπεν ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν οὐδὲ δανείζει ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική Στωϊκή W: ὡς στωϊκή τις αὕτη τυφομανία· τί γάρ σε δεῖib. σ’ ἔδει R praeter necessitatem τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς πέρδικας λαγωοὺς Aldina: πέρδικας fort. rectius, κολοιούς τί οὖν γεib. γε] σύ γε aut λέγε R σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα; καὶ μὴν Μίκκυλον Μίκκυλον X: μίκυλλον aut μίκυλον εἰσεῖδονcf. C. Wachsmuthii Sillograph. graecorum reliquae p. 194 φησὶν ὁ Κράτηςib. supplet Cobetus κρατέρ’ ἄλγε’ ἔχοντα ex Hom. λ 593 cf. Bergk. 2 p. 366 τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι ἐν αἰνῇ δηιοτὴτι] cf. Hom. μ 257. Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; ἀλεῖς ἔτι, Κλέανθες; ἀλῶ φησὶν ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ ζῆν· μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας.corrig. vid. καὶ ὁ[τιοῦν] ποιῶ ἕνεκα τοῦ ζῆν· μόνον δ’ ἀποστῆναί μ’ οὐ δεῖ φιλοσοφίας ὅσον τὸ φρόνημα τἀνδρός*: τοῦ ἀνδρὸς , ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα. τοιγαροῦν ἵνʼ ἐλεύθεροιfort. ὦμεν ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων· ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως ἐκκεχυμένως W πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους ἀχρήστους cod. Vatic. n. 139. ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους Ἐμπεδοκλέους] vid. Mullach. 1 p. 2 vs. 32 sq. δαίμονες · αἰθέριον μὲν μὲν] om. mei, nisi quod eius loco in E supra scriptum est καὶ γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς δ’ ἐς M: δὲ χθονὸς οὖδας ἀπέπτυσεib. ἀπέπτυσε p. 361 c: ἀνέπτυσε · γαῖα δʼ ἐς αὐγὰς ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν · οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες· αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον προστεταγμένον] προσιστάμενον W ἐξερῶντεςib. R: ἐξαίροντες , εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi