8
ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος; ὥσπερ εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς ἰσχνὸς οὖν γένωμαι καὶ κενός; τί δʼ οὐ μέλλεις, ἵνʼ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμʼ ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχνʼ ἐκβάλλειν, ἕτερος ὁ ἕτερος? παρὼν καὶ τί δεινόν; εἶπεν οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχνʼ ἐκβάλλεις, ἀλλὰ τὰ τὰ * τοῦ νεκροῦ ὃν ἄρτιib. ἀρτίως? ἐσπαράττομεν. καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε. νὴ Δία φησὶν ἀλλʼ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρʼ ὁ γεννήσας ἐποίησεν, ἀλλʼ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δʼ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν εἵματʼ ἀμφιέσασα θυώδεαX ex Hom. ε 264: εὐώδεα χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλʼ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενοςHom. ε 439 καὶ διασωθεὶς οὔτʼ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων ἀπόδος; ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον· id. ε 291 σὺν δʼ δὲ] om. mei εὖρός τε νότος τʼ ἔπεσε ζέφυρός τε δυσαής τόκων τόκοις ἐπικυλισθέντων ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος· ἀλλʼ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δʼ ὁ Θηβαῖος ὑπʼ οὐδενὸς ἀπαιτούμενος οὐδʼ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας Ἀναξαγόρας] cf. Himer. Ecl. 3, 18 δὲ τὴν. χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν μὰ τοὺς θεούς εἶπεν ἐμὲ ταῦτα τἀγαθὰ τἀγαθὰ *: τὰ ἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ̓ ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν. οἱ δʼ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. δουλεύοντες ὑπαργυρεύοντες ἀπαργυρεύοντες R. ὑπεραγρυπνοῦντες Madvigius. ἀγρυπνοῦντες Herwerdenus. Fort. verbo significatur: γινόμενοι δοῦλοι τοῦ ἀργυρίου, τὰ πάντα διδοντες ἐπὶ τῷ λαβεῖν ἀργυριον ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθʼ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον καὶ τὸν οἶνον ἔχω φησὶ τοσούτου καὶ πρόσγραφον πρόσγραφον] χειρόγραφον R. πρόγραφον? ἔδωκε τῆς τιμῆς ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.