Thesauros Edebiyat biography Περὶ τῆς Ἡροδότου κακοηθείας

Περὶ τῆς Ἡροδότου κακοηθείας

Περὶ τῆς Ἡροδότου κακοηθείας Plutarch
29 ἀλλʼ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλάδος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ βλάσφημα προσῆν τοῖς ἐπαίνοις. νῦν δὲ προδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, μονωθέντας δʼ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα, δῆλός ἐστιν οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλʼ Ἀθηναίων ἐπαινῶν, ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας. τί γὰρ ἄν τις ἔνι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξονειδίζοντος, ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ τῆς Ἑλλάδος τὴν οὐ γεγενημένην μὲν, γενομένην δʼ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος ἐπηπόρησεν, εἴτʼ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμηρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.
30 διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι πολλῶν χρημάτων ἐκπεσόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος· οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, ἀλλʼ ὁ μὲν τἄλλα φησὶν οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi