Thesauros Edebiyat biography Περὶ τῆς Ἡροδότου κακοηθείας

Περὶ τῆς Ἡροδότου κακοηθείας

Περὶ τῆς Ἡροδότου κακοηθείας Plutarch
19 ἀλλʼ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδʼ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴν ἄγουσι δὲ πάντες φησὶ πλὴν Ἐφεσίων καὶ Κολοφωνίων. τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.
20 Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ εὖ τὸ μὴ διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε Πακτύης δʼ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi