Thesauros Edebiyat biography Αἴτια φυσικά

Αἴτια φυσικά

Αἴτια φυσικά Plutarch
25 πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα· διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι· ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν· ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;
26 διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται;
26 καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν· αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν· ἡ δὲ χελώνη φαγοῦσα τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει· τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι· τούτων δʼ οὔτε πεῖρα καὶ περίπτωσις γέγονεν αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi