Thesauros Edebiyat biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
16 λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λόγον παραδιδόντος, ἐπὶ τὰς ἀποδείξεις βαδίζοντος τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας μαρτύρομαι εἶπεν ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν ὴν μὲν, ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δʼ ἔστι τις ὁ λέγων, κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδʼ ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστʼ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε καὶ ὁ Λεύκιος ἣκιστα, ὠγαθέ εἶπεν ἀλλὰ τἄλλα, μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλʼ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα μέλας οὐ πεπαίνεται βότρυς, εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον· ὡς δʼ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο ὁ μὲν οὖν ἑταῖρος ἐν, τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρʼ ὑμῶν· ἢ μεθʼ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν· οὐδʼ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος· ἡμῖν, εἰ μὴ στέγει μηδʼ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει; καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδʼ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστʼ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις ἀπεσκέδασεν δὲ οἱ αὐγάς ὥσπερ φησιν Ἐμπεδοκλῆς ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης τόσσον, ὅσον τʼ εὖρος γλαυκώπιδος ἔπλετο μήνης, καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἑτερο τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται διʼ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπʼ αὐτῆς;. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως φώτων γεγενημένης. ἀλλʼ οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν· ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi