Thesauros Edebiyat biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
2 ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι διʼ ἀσθένειαν, ὃ καλοῦμεν· οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν ἣλιος ὀξυβελὴς ἠδʼ ἱλάειρα σελήνη; τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθʼ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν,, ἀλλὰ λεῖος αὐταῖς; ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δʼ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. ἡ δʼ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλʼ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δʼ ἄρα μέσσῃ γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν· ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπʼ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται διʼ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi