Thesauros Edebiyat biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
22 ὑπολαβὼν δʼ ὁ Ἀπολλωνίδης εἶτʼ, ὦ πρὸς αὐτῆς ἔφη τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν δυνατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας, ὥστε σκιὰν ποιεῖν τοσαύτην ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφʼ ἡμῶν οὐχ ὁρῶνται κἀγὼ μειδιάσας πρὸς αὐτὸν εὖγʼ ἔφην ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, διʼ ἧς κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας οὐκ ἐν ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωῒ μάλιστα καὶ δείλης, εἰ οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτʼ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδʼ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν Ἄθως καλύψει πλευρὰ Λημνίας βοός· ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκῷ τινι βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων, τὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν, πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθʼ ἡμέραν αἱ περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ· καὶ τῆς σελήνης τὴν ἀντίληψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi