Thesauros Edebiyat biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
1 Ὁ μὲν οὖν Σύλλοις ταῦτʼ εἶπε τῷ γʼ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλʼ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι. τί δʼ οὐκ· ἐμέλλομεν εἶπον ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπʼ ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλʼ ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.
1 / 31 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi