Thesauros Edebiyat biography Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον Plutarch
3 καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δʼ ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς· νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός· ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης, τῷ γʼ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτʼ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει.
4 μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθʼ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδʼ ὅλως θερμοῦ μετείληφεν, ἃ δʼ ἣκιστα καὶ ἀδήλως· ἡ δʼ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθʼ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται;
5 καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν.
6 ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi