7
καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν εἰ μὴ ἥλιος φησὶν ἦν, εὐφρόνη ἂν ἦν ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;
8
ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν ἔχων λέγοι; διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ’ αὖ πάλιν ἀλλήλοις διαφορά, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβληται δίκην ὕλης ποιούμενα καὶ πλαττόμενα καὶ μετέχοντα κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε, φασί, καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρʼ ἑτέρων, πνεῦμά μὲν καὶ πῦρ ποιούντων καὶ δημιουργούντων καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος· τὸ δὲ πῦρ ἐκραὸς καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι τις ἄν, διʼ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδʼ ὅλως ἢ ὀλίγον μετέσχηκε.