Thesauros Edebiyat biography Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον Plutarch
10 ἀπʼ ἄλλης ἀρχῆς. πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ τοὐναντίον ἐμποδὼν γίγνεται κατασβέννυσι γὰρ καὶ διαφθείρει. ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμανθὲν γὰρ ὡφελιμώτερον, οὕτω δὲ βλαβερόν. ὥστε δυεῖν ἄμεινον ὃ ἀφʼ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον. ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ θίξιν λουσαμένοις ἢ νιψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως· καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμενον, ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς χρείας αὐτοῦ καὶ τὴν πολυτέλειαν.
11 τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυρὸς οὐδʼ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος. διαφοραὶ δʼ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, ἐπεὶ κατʼ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ τοῦθʼ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπʼ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων ὁ παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον. τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γʼ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ μᾶλλον ἀνθρώποις λυσιτελέστερον; ἀλλʼ οὐ πάρεστι τοῖς ἀλόγοις. τί οὖν; διὰ τοῦθʼ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi