Thesauros Edebiyat biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
9.1 Περὶ τῶν τῆς ψυχῆς δυνάμεων ἐν Πολιτείᾳ Πλάτωνος τὴν τοῦ λογιστικοῦ καὶ θυμοειδοῦς καὶ ἐπιθυμητικοῦ συμφωνίαν ἁρμονίᾳ μέσης καὶ ὑπάτης καὶ νήτης εἰκάσαντος; ἄριστα, διαπορήσειεν ἄν τις πότερον κατὰ τῆς μέσης τὸ θυμοειδὲς ἢ τὸ λογιστικὸν ἔταξεν· αὐτὸς γὰρ ἔν γε τούτοις οὐ δεδήλωκεν. ἡ μὲν οὖν κατὰ τόπον τῶν μερῶν τάξις εἰς τὴν τῆς μέσης χώραν τίθεται τὸ θυμοειδές, τὸ δὲ λογιστικὸν εἰς τὴν τῆς ὑπάτης. τὸ γὰρ ἄνω καὶ πρῶτον ὕπατον οἱ παλαιοὶ προσηγόρευον ᾗ καὶ Ξενοκράτης Δία τὸν μὲν ἐν τοῖς κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ, νέατον δὲ τὸν ὑπὸ σελήνην πρότερος δʼ Ὅμηρος τὸν τῶν ἀρχόντων ἄρχοντα θεὸν ὕπατον κρειόντων προσεῖπε. καὶ δικαίως τῷ κρατίστῳ ἀποδέδωκε τὴν ἄνω χώραν ἡ φύσις, ὥσπερ κυβερνήτην ἐνιδρύσασα τῇ κεφαλῇ τὸν λογισμόν, ἔσχατον δὲ καὶ νέατον ἀποικίσασα πόρρω τὸ ἐπιθυμητικόν. ἡ γὰρ κάτω νεάτη προσαγορεύεται τάξις, ὡς δηλοῦσιν αἱ τῶν νεκρῶν κλήσεις νερτέρων καὶ ἐνέρων προσαγορευομένων· ἔνιοι δὲ καὶ τῶν ἀνέμων φασὶ τὸν κάτωθεν ἐκ τοῦ ἀφανοῦς πνέοντα νότον ὠνομάσθαι. ἣν οὖν τὸ ἔσχατον ἔχει πρὸς τὸ πρῶτον ἀντίθεσιν καὶ τὸ νέατον πρὸς τὸ ὕπατον, ταύτην τοῦ ἐπιθυμητικοῦ πρὸς τὸ λογιστικὸν ἔχοντος, οὐκ ἔστιν ἀνωτάτω μὲν εἶναι καὶ πρῶτον ὕπατον δὲ μὴ εἶναι τὸ λογιστικὸν ἀλλʼ ἕτερον. οἱ γὰρ ὡς κυρίαν δύναμιν αὐτῷ τὴν τῆς μέσης ἀποδιδόντες ἀγνοοῦσιν ὅτι τὴν κυριωτέραν ἀφαιροῦνται τὴν τῆς ὑπάτης, μήτε τῷ θυμῷ μήτε τῇ ἐπιθυμίᾳ προσήκουσαν ἑκάτερον γὰρ ἄρχεσθαι καὶ ἀκολουθεῖν οὐδέτερον δʼ ἄρχειν ἢ ἡγεῖσθαι τοῦ λογιστικοῦ πέφυκεν. ἔτι δὲ μᾶλλον τῇ φύσει φανεῖται τὸ θυμοειδὲς τῷ τόπῳ τὴν μέσην ἔχον ἐκείνων τάξιν· εἴ γε δὴ τῷ μὲν λογιστικῷ τὸ ἄρχειν, τῷ δὲ θυμοειδεῖ τὸ ἄρχεσθαι καὶ τὸ ἄρχειν κατὰ φύσιν ἐστίν, ὑπηκόῳ μὲν ὄντι τοῦ λογισμοῦ κρατοῦντι δὲ καὶ κολάζοντι τὴν ἐπιθυμίαν, ὅταν ἀπειθῇ τῷ λογισμῷ. καὶ καθάπερ ἐν γράμμασι τὰ ἡμίφωνα μέσα τῶν ἀφώνων ἐστὶ καὶ τῶν φωνηέντων τῷ πλέον ἐκείνων ἠχεῖν ἔλαττον δὲ τούτων, οὕτως ἐν τῇ ψυχῇ τἀνθρώπου τὸ θυμοειδὲς οὐκ ἀκράτως παθητικόν ἐστιν ἀλλὰ φαντασίαν καλοῦ πολλάκις ἔχει μεμιγμένην ἀλόγῳ τῇ τῆς τιμωρίας ὀρέξει. καὶ Πλάτων αὐτὸς εἰκάσας συμφύτῳ ζεύγει καὶ ἡνιόχῳ τὸ τῆς ψυχῆς εἶδος, ἡνίοχον μέν, ὡς παντὶ δῆλον, ἀπέφηνε τὸ λογιστικόν· τῶν δʼ ἵππων τὸ μὲν περὶ τὰς ἐπιθυμίας ἀπειθὲς καὶ ἀνάγωγον παντάπασι περὶ ὦτα λάσιον, κωφόν, μάστιγι μετὰ κέντρων μόλις ὑπεῖκον, τὸ δὲ θυμοειδὲς; εὐήνιον τὰ πολλὰ τῷ λογισμῷ καὶ σύμμαχον. ὥσπερ οὖν συνωρίδος οὐχ ὁ ἡνίοχός ἐστιν ἀρετῇ καὶ δυνάμει μέσος, ἀλλὰ τῶν ἵππων ὁ φαυλότερος μὲν τοῦ ἡνιόχου βελτίων δὲ τοῦ ὁμοζύγου, οὕτω τῆς ψυχῆς οὐ τῷ κρατοῦντι τὴν μέσην ἀπένειμε τάξιν, ἀλλʼ ᾧ πάθους μὲν ἧττον ἢ τῷ τρίτῳ μᾶλλον δʼ ἢ τῷ πρώτῳ, λόγου δὲ μᾶλλον ἢ τῷ τρίτῳ ἧττον δʼ ἢ τῷ πρώτῳ μέτεστιν. αὕτη γὰρ ἡ τάξις καὶ τὴν τῶν συμφωνιῶν ἀναλογίαν φυλάσσει, τοῦ μὲν θυμοειδοῦς πρὸς τὸ λογιστικὸν ὡς ὑπάτην τὸ διὰ τεσσάρων, πρὸς δὲ τὸ ἐπιθυμητικὸν ὡς νήτην τὸ διὰ πέντε, τοῦ δὲ λογιστικοῦ πρὸς τὸ ἐπιθυμητικὸν ὡς ὑπάτη πρὸς νήτην τὸ διὰ πασῶν. ἐὰν δὲ τὸν λογισμὸν εἰς τὸ μέσον ἕλκωμεν, ἔσται πλέον ὁ θυμὸς ἀπέχων τῆς ἐπιθυμίᾳ, ὃν ἔνιοι τῶν φιλοσόφων ἐπιθυμίᾳ ταὐτὸν εἶναι διʼ ὁμοιότητα νομίζουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi