Thesauros Edebiyat biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
10.4 καὶ μὴν οὔτε ζῷον οὔτʼ ὄργανον οὔθʼ ὅπλον οὔτʼ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδʼ ἐνεργέστερον οὐδʼ ἣδιον· λόγος δέ, συνδέσμων ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· καὶ τὰ τοῦ Δημοσθένους ταυτὶ πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ· τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ· ὅταν ὑβρίζων, ὅταν ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης· ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν αὑτῶν ἀνθρώπους ἀήθεις τοῦ προπηλακίζεσθαι καὶ πάλιν ἀλλʼ οὐ Μειδίας· ἀλλʼ ἀπὸ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ· χειροτονεῖται τίς; Μειδίας· Ἀναγυράσιος προβέβληται· Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δʼ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται. τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς τῶν προβάτων οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλʼ ὄργανόν τι συνδετικὸν ἀποφαίνει, καθάπερ ὠνόμασται, καὶ συνεκτικὸν οὐ πάντων ἀλλὰ τῶν οὐχ ἁπλῶς λεγομένων· εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας ποῖος δὲ σύνδεσμος οὕτως ἓν ἐκ πολλῶν ἀξίωμα ποιεῖ συμπλέκων καὶ συνάπτων, ὡς ἡ μάρμαρος τὸν συλλιπαινόμενον διὰ τοῦ πυρὸς σίδηρον; ἀλλʼ οὐκ ἔστιν οὐδὲ λέγεται τοῦ σιδήρου μέρος· καίτοι ταῦτά γε τοῖς κεραννυμένοις ἐνδυόμενα καὶ συντηκόμενα ποιεῖ τι καὶ πάσχει κοινὸν ἐκ πλειόνων. τοὺς δὲ συνδέσμους εἰσὶν οἱ μὴ νομίζοντες ἕν τι ποιεῖν, ἀλλʼ ἐξαρίθμησιν εἶναι τὴν διάλεκτον, ὥσπερ ἀρχόντων ἐφεξῆς ἢ ἡμερῶν καταλεγομένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi