Thesauros Edebiyat biography Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας Plutarch
21 κατὰ ταὐτὰ ἔχον ὡς μορφὴν καὶ εἶδος, τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστὸν ὡς ὑποδοχὴν καὶ ὕλην, τὸ δὲ μῖγμα κοινὸν ἐξ ἀμφοῖν ἀποτετελεσμένον. ἡ μὲν οὖν ἀμέριστος οὐσία καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα μὴ μικρότητι, καθάπερ τὰ ἐλάχιστα τῶν σωμάτων, νοείσθω φεύγουσα τὸν μερισμόν· τὸ γὰρ ἁπλοῦν καὶ ἀπαθὲς καὶ καθαρὸν αὐτῆς καὶ μονοειδὲς ἀμερὲς εἴρηται καὶ ἀμέριστον ᾧ καὶ τῶν συνθέτων καὶ μεριστῶν καὶ διαφερομένων ἁμωσγέπως θιγοῦσα παύει τὸ πλῆθος καὶ καθίστησιν εἰς μίαν διʼ ὁμοιότητος ἕξιν. τὴν δὲ περὶ τὰ σώματα γιγνομένην μεριστὴν εἰ μέν τις ἐθέλοι καλεῖν ὕλην, ὡς καὶ ὑποκειμένην ἐκείνῃ καὶ μεταληπτικὴν ἐκείνης φύσιν, ὁμωνυμίᾳ χρώμενος, οὐ διαφέρει πρὸς τὸν λόγον· οἱ δὲ σωματικὴν ἀξιοῦντες ὕλην συμμίγνυσθαι τῇ ἀμερίστῳ διαμαρτάνουσι πρῶτον μὲν ὅτι τῶν ἐκείνης ὀνομάτων οὐδενὶ νῦν ὁ Πλάτων κέχρηται δεξαμενὴν γὰρ εἴωθε καὶ πανδεχῆ καὶ τιθήνην ἀεὶ καλεῖν ἐκείνην, οὐ περὶ τὰ σώματα μεριστήν, μᾶλλον δὲ σῶμα μεριζόμενον εἰς τὸ καθʼ ἕκαστον. ἔπειτα τί διοίσει τῆς τοῦ κόσμου γενέσεως ἡ τῆς ψυχῆς, εἴπερ ἀμφοτέροις ἔκ τε τῆς ὕλης καὶ τῶν νοητῶν γέγονεν ἡ σύστασις; αὐτός γε μὴν ὁ Πλάτων, ὥσπερ ἀπωθούμενος τῆς ψυχῆς τὴν ἐκ σώματος γένεσιν, ἐντὸς αὐτῆς φησιν ὑπὸ τοῦ θεοῦ τεθῆναι τὸ σωματικόν, εἶτʼ ἔξωθεν ὑπʼ ἐκείνης περικαλυφθῆναι· καὶ ὅλως, ἀπεργασάμενος τῷ λόγῳ τὴν ψυχὴν ὕστερον ἐπεισάγει τὴν περὶ τῆς ὕλης ὑπόθεσιν, μηδὲν αὐτῆς πρότερον, ὅτε τὴν ψυχὴν ἐγέννα, δεηθείς, ὡς χωρὶς ὕλης γενομένην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi