26
αὗται μὲν οὖν δυνάμεις τῆς τοῦ παντὸς εἰσι ψυχῆς αἳ δʼ εἰς θνητὰ καὶ παθητὰ παρεισίασιν ὄργανα ἄφθαρτοι φθαρτῶν αὐταὶ σωμάτων, ἐν ταύταις τὸ τῆς δυαδικῆς καὶ ἀορίστου μερίδος ἐπιφαίνεται μᾶλλον εἶδος, τὸ δὲ τῆς ἁπλῆς καὶ μοναδικῆς ἀμυδρότερον ὑποδέδυκεν. οὐ μὴν ῥᾳδίως ἄν τις οὔτε πάθος ἀνθρώπου παντάπασιν ἀπηλλαγμένον λογισμοῦ κατανοήσειεν οὔτε διανοίας κίνησιν, μηδὲν ἐπιθυμίας ἢ φιλοτιμίας ἢ τοῦ χαίροντος ἢ λυπουμένου πρόσεστι. διὸ τῶν φιλοσόφων οἱ μὲν τὰ πάθη λόγους. ποιοῦσιν, ὡς πᾶσαν ἐπιθυμίαν καὶ λύπην καὶ ὀργὴν κρίσεις οὔσας· οἱ δὲ τὰς ἀρετὰς ἀποφαίνουσι παθητικάς· καὶ γὰρ ἀνδρείᾳ τὸ φοβούμενον καὶ σωφροσύνῃ τὸ ἡδόμενον καὶ δικαιοσύνῃ τὸ κερδαλέον εἶναι. καὶ μὴν θεωρητικῆς γε τῆς ψυχῆς οὔσης ἅμα καὶ πρακτικῆς καὶ θεωρούσης δὲ τὰ καθόλου καὶ τὰ καθʼ ἕκαστα καὶ νοεῖν μὲν ἐκεῖνα ταῦτα δʼ αἰσθάνεσθαι δοκούσης, ὁ κοινὸς λόγος ἀεὶ περί τε ταὐτὸν ἐντυγχάνων τῷ θατέρῳ καὶ ταὐτῷ περὶ θάτερον ἐπιχειρεῖ μὲν ὅροις καὶ διαιρέσεσι χωρίζειν τὸ ἓν καὶ τὰ πολλὰ καὶ τὸ ἀμερὲς καὶ μεριστόν, οὐ δύναται δὲ καθαρῶς ἐν οὐδετέρῳ γενέσθαι διὰ τὸ καὶ τὰς ἀρχὰς ἐναλλὰξ ἐμπεπλέχθαι καὶ καταμεμῖχθαι διʼ ἀλλήλων. καὶ διὰ τοῦτο τῆς οὐσίας τὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς ὁ θεὸς ὑποδοχὴν τῷ ταὐτῷ καὶ τῷ θατέρῳ συνέστησεν, ἵνʼ ἐν διαφορᾷ τάξις γένηται τοῦτο γὰρ ἦν γενέσθαι ἐπεὶ χωρὶς τούτων τὸ μὲν ταὐτὸν οὐκ εἶχε διαφοράν, ὥστʼ οὐδὲ κίνησιν οὐδὲ γένεσιν· τὸ θάτερον δὲ τάξιν οὐκ εἶχεν, ὥστʼ οὐδὲ σύστασιν οὐδὲ γένεσιν. καὶ γὰρ εἰ τῷ ταὐτῷ συμβέβηκεν ἑτέρῳ εἶναι τοῦ ἑτέρου καὶ τῷ ἑτέρῳ πάλιν αὑτῷ ταὐτόν, οὐδὲν ἡ τοιαύτη μέθεξις ἀλλήλων ποιεῖ γόνιμον, ἀλλὰ δεῖται τρίτης τινὸς οἷον ὕλης ὑποδεχομένης καὶ διατιθεμένης ὑπʼ ἀμφοτέρων. αὕτη δʼ ἐστίν, ἣν πρώτην συνέστησε τῷ περὶ τὰ νοητὰ μονίμῳ τοῦ περὶ τὰ σώματα κινητικοῦ τὸ ἄπειρον ὁρίσας