Thesauros Edebiyat biography Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας Plutarch
27 ὡς δὲ φωνὴ τίς ἐστιν ἄλογος καὶ ἀσήμαντος λόγος δὲ λέξις ἐν φωνῇ σημαντικῇ διανοίας, ἁρμονία δὲ τὸ ἐκ φθόγγων καὶ διαστημάτων, καὶ φθόγγος μὲν ἓν καὶ ταὐτὸν διάστημα δὲ φθόγγων ἑτερότης καὶ διαφορά, μιχθέντων δὲ τούτων ᾠδὴ γίγνεται καὶ μέλος· οὕτω τὸ παθητικὸν τῆς ψυχῆς ἀόριστον ἦν καὶ ἀστάθμητον, εἶθʼ ὡρίσθη πέρατος ἐγγενομένου καὶ εἴδους τῷ μεριστῷ καὶ παντοδαπῷ τῆς κινήσεως. συλλαβοῦσα δὲ τὸ ταὐτὸν καὶ τὸ θάτερον, ὁμοιότησι καὶ ἀνομοιότησιν ἀριθμῶν ἐκ διαφορᾶς ὁμολογίαν ἀπεργασαμένων ζωή τε τοῦ παντός ἐστιν ἔμφρων καὶ ἁρμονία καὶ λόγος ἄγων πειθοῖ μεμιγμένην ἀνάγκην, ἣν εἱμαρμένην οἱ πολλοὶ καλοῦσιν, Ἐμπεδοκλῆς δὲ φιλίαν ὁμοῦ καὶ Νεῖκος, Ἡράκλειτος δὲ παλίντονον ἁρμονίην κόσμου ὅκωσπερ λύρης καὶ τόξου Παρμενίδης δὲ φῶς καὶ σκότος, Ἀναξαγόρας δὲ νοῦν καὶ ἀπειρίαν, Ζωροάστρης δὲ θεὸν καὶ δαίμονα, τὸν μὲν Ὠρομάσδην καλῶν τὸν δʼ Ἀρειμάνιον. Εὐριπίδης δʼ οὐκ ὀρθῶς ἀντὶ τοῦ συμπλεκτικοῦ τῷ διαζευκτικῷ κέχρηται Ζεὺς εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν· καὶ γὰρ ἀνάγκη καὶ νοῦς ἐστιν ἡ διήκουσα διὰ πάντων δύναμις. Αἰγύπτιοι μὲν οὖν μυθολογοῦντες αἰνίττονται, τοῦ Ὥρου δίκην ὀφλόντος, τῷ μὲν πατρὶ τὸ πνεῦμα καὶ τὸ αἷμα τῇ δὲ μητρὶ τὴν σάρκα καὶ τὴν πιμελὴν προσνεμηθῆναι. τῆς δὲ ψυχῆς οὐδὲν μὲν εἰλικρινὲς οὐδʼ ἄκρατον οὐδὲ χωρὶς ἀπολείπεται τῶν ἄλλων ἁρμονίη γὰρ ἀφανὴς φανερῆς κρείττων καθʼ Ἡράκλειτον, ἐν ᾗ τὰς διαφορὰς καὶ τὰς ἑτερότητας ὁ μιγνύων θεὸς ἔκρυψε καὶ κατέδυσεν ἐμφαίνεται δʼ ὅμως αὐτῆς τῷ μὲν ἀλόγῳ τὸ ταραχῶδες, τῷ δὲ λογικῷ τὸ εὔτακτον, ταῖς δʼ αἰσθήσεσι τὸ κατηναγκασμένον, τῷ δὲ νῷ τὸ αὐτοκρατές. ἡ δʼ ὁριστικὴ δύναμις τὸ καθόλου καὶ τὸ ἀμερὲς διὰ συγγένειαν ἀγαπᾷ· καὶ τοὐναντίον ἡ διαιρετικὴ πρὸς τὰ καθʼ ἕκαστα φέρεται τῷ μεριστῷ· χαίρει δʼ ὅλον τῇ διὰ τὸ ταὐτὸν ἐφʼ ἃ δεῖται μεταβολῇ διὰ τὸ θάτερον. οὐχ ἥκιστα δʼ ἥ τε πρὸς τὸ καλὸν διαφορὰ καὶ τὸ αἰσχρὸν ἥ τε πρὸς τὸ ἡδὺ καὶ τὸ ἀλγεινὸν αὖθις οἵ τε τῶν ἐρώντων ἐνθουσιασμοὶ καὶ πτοήσεις καὶ διαμάχαι τοῦ φιλοκάλου πρὸς τὸ ἀκόλαστον ἐνδείκνυνται τὸ μικτὸν ἔκ τε τῆς θείας καὶ ἀπαθοῦς ἔκ τε τῆς θνητῆς καὶ περὶ τὰ σώματα παθητῆς μερίδος· ὧν καὶ αὐτὸς ὀνομάζει τὸ μὲν ἐπιθυμίαν ἔμφυτον ἡδονῶν, τὸ δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου. τὸ γὰρ παθητικὸν ἀναδίδωσιν ἐξ ἑαυτῆς ἡ ψυχή, τοῦ δὲ νοῦ μετέσχεν ἀπὸ τῆς κρείττονος ἀρχῆς ἐγγενομένου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi