5
πρῶτον οὖν ἣν ἔχω περὶ τούτων διάνοιαν ἐκθήσομαι, πιστούμενος; τῷ εἰκότι καὶ παραμυθούμενος, ὡς ἔνεστι, τὸ ἄηθες τοῦ λόγου καὶ παράδοξον· ἔπειτʼ αὐταῖς λέξεσιν ἐπάξω συνοικειῶν ἅμα τὴν ἐξήγησιν καὶ τὴν ἀπόδειξιν. ἔχει γὰρ οὕτω κατά γε τὴν ἐμὴν τὰ πράγματα δόξαν. κόσμον τόνδε φησὶν Ἡράκλειτος οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν ὥσπερ φοβηθεὶς μὴ θεοῦ ἀπογνόντες; ἄνθρωπόν τινα γεγονέναι τοῦ κόσμου δημιουργὸν ὑπονοήσωμεν. βέλτιον οὖν Πλάτωνι πειθομένους τὸν μὲν κόσμον ὑπὸ θεοῦ γεγονέναι λέγειν καὶ ᾅδειν· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων ὁ δʼ ἄριστος τῶν αἰτίων· τὴν δʼ οὐσίαν καὶ ὕλην, ἐξ ἡ γέγονεν, οὐ γενομένην ἀλλʼ ὑποκειμένην ἀεὶ τῷ δημιουργῷ εἰς διάθεσιν καὶ τάξιν αὑτῆς καὶ πρὸς αὐτὸν ἐξομοίωσιν ὡς δυνατὸν ἦν ἐμπαρασχεῖν. οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις ἀλλʼ ἐκ τοῦ μὴ καλῶς μηδʼ ἱκανῶς ἔχοντος, ὡς οἰκίας καὶ ἱματίου καὶ ἀνδριάντος. ἀκοσμία γὰρ ἦν τὰ πρὸ τῆς τοῦ κόσμου γενέσεως· ἀκοσμία δʼ οὐκ ἀσώματος οὐδʼ ἀκίνητος οὐδʼ ἄψυχος ἀλλʼ ἄμορφον μὲν καὶ ἀσύστατον τὸ σωματικὸν ἔμπληκτον δὲ καὶ ἄλογον τὸ κινητικὸν ἔχουσα τοῦτο δʼ ἦν ἀναρμοστία ψυχῆς οὐκ ἐχούσης λόγον. ὁ γὰρ θεὸς οὔτε σῶμα τὸ ἀσώματον οὔτε ψυχὴν τὸ ἄψυχον ἐποίησεν, ἀλλʼ ὥσπερ ἁρμονικὸν ἄνδρα καὶ ῥυθμικὸν οὐ φωνὴν ποιεῖν οὐδὲ κίνησιν ἐμμελῆ δὲ φωνὴν καὶ κίνησιν εὔρυθμον ἀξιοῦμεν, οὕτως ὁ θεὸς οὔτε τοῦ σώματος τὸ ἁπτὸν καὶ ἀντίτυπον οὔτε τῆς ψυχῆς τὸ φανταστικὸν καὶ κινητικὸν αὐτὸς ἐποίησεν· ἀμφοτέρας δὲ τὰς ἀρχὰς παραλαβών, τὴν μὲν ἀμυδρὰν καὶ σκοτεινὴν τὴν δὲ ταραχώδη καὶ ἀνόητον ἀτελεῖς δὲ τοῦ προσήκοντος ἀμφοτέρας καὶ ἀορίστους, ἔταξε καὶ διεκόσμησε καὶ συνήρμοσε, τὸ κάλλιστον ἀπεργασάμενος καὶ τελειότατον ἐξ αὐτῶν ζῷον. ἡ μὲν οὖν σώματος οὐσία τῆς λεγομένης ὑπʼ αὐτοῦ πανδεχοῦς φύσεως ἕδρας τε καὶ τιθήνης τῶν γενητῶν οὐχ ἑτέρα τίς ἐστιν.