Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
16 ΛΑΜΠΡ. . ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δʼ ἕτερον οἶμαι μηδʼ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρʼ ὑμῶν, ἀκουστέον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi