Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
22 ΔΙΑΔΟΥΜ. . ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δʼ Ἀριστοτέλης, ἐλήρει δὲ,Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δʼ ὑπὸ γονέων ὠφελεῖσθαι δʼ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι. καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρήσιμοι ὦσι καὶ ὠφέλιμοι, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι καὶ κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ πλούτου διοίγων θάλαμον ἥδιστον χερί· τὸ δʼ ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ἀλλὰ καὶ καταγέλαστόν ἐστιν. ὁ οὖν Ὀδυσσεύς, εἰ τὸν δεσμὸν ἐκεῖνον ἐκμαθὼν παρὰ τῆς Κίρκης, κατεσημαίνετο διʼ αὐτοῦ μὴ τὰ παρʼ Ἀλκινόου δῶρα, τρίποδας καὶ λέβητας καὶ εἵματα καὶ χρυσὸν ἀλλὰ συρφετόν τινα καὶ λίθους καὶ συναγαγὼν τὴν περὶ ταῦτα πραγματείαν καὶ κτῆσιν αὐτῶν καὶ τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ κενόσπουδον ἐπιμέλειαν; ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δʼ οὐδὲν ἀλλʼ ἐκλογὴ καὶ τήρησις ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον· εἶθʼ ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον· οὕτως ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλʼ ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας. τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται, λέγοντα χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν, καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν· ἀλλʼ αὐτοί γε ταὐτὰ πεζῷ λόγῳ παρακελεύονται καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ κατὰ πετρῶν ῥιπτεῖν ἑαυτόν· ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδʼ ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi