Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
26 ΔΙΑΔΟΥΜ. . σκόπει δʼ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν τὸ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια ληροῦσι τῷ λέγοντι δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα μᾶλλον δʼ ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν· ἃ δʼ οὗτοι λέγουσι τὴν πᾶσαν ἔχει τῶν πραγμάτων ἀνατροπὴν καὶ σύγχυσιν οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ πέττειν τὴν τροφὴν ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς · ὑγιείας τὸν ἐλλέβορον. τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν; τί γὰρ διαφέρει τοῦ λέγοντος γεγονέναι τὴν ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας, ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ· χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας μᾶλλον τὴν μὲν οὐδʼ ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ ἔφεσιν ἀποφαίνων τέλος τῆς τεύξεως, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν; τῇ γὰρ ἐφέσει νὴ Δία τὸ εὐλογίστως καὶ τὸ φρονίμως πρόσεστι πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν εἰ μή, τὸ εὐλόγιστον αὐτῆς; ἀφαιρεῖται, πάντα ποιούσης ἕνεκα τσῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi