Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
27 ΔΙΑΔΟΥΜ. . ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν· ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτʼ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων. ἀλλὰ τοῦτο μὲν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας.
28 ΔΙΑΔΟΥΜ. τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γʼ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτʼ ἐρᾶσθαι μήτʼ ἀξιέραστον εἶναι. καὶ οὐ τοῦτό πω δεινόν, ἀλλὰ καὶ τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων καὶ τίς ἔρωτα γιγνώσκει τοιοῦτον, ὃς ἅμα σώματος μοχθηρίᾳ ψυχῆς βλαπτομένου συνέχεται καὶ γίγνεται, κάλλους; δʼ ἅμα φρονήσει μετὰ δικαιοσύνης καὶ σωφροσύνης ἐγγιγνομένου, κατασβέννυται καὶ ἀπομαραίνεται; οὓς μηδὲν οἴομαι τῶν κωνώπων διαφέρειν χαίρουσι γὰρ λάμπῃ καὶ ὄξει, τὸν δὲ πότιμον καὶ χρηστὸν οἶνον ἀποπετόμενοι φεύγουσιν. ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ἔπειτα κομιδῇ παρὰ τὴν ἔννοιάν ἐστιν ἀξιέραστον εἶναι τὸν αἰσχρόν, ὅτι μέλλει ποτὲ καὶ προσδοκᾶται κάλλος ἕξειν· κτησάμενον δὲ τοῦτο,καὶ γενόμενον καλὸν κἁγαθὸν ὑπὸ μηδενὸς ἐρᾶσθαι.
28 ΛΑΜΠΡ. Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi