Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
30 ΔΙΑΔΟΥΜ. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιὰν ἐστιν εἶναι μέν τι μὴ ὂν δʼ εἶναι, καὶ εἶναι μὲν οὐκ ὄντα δʼ εἶναι, λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτʼ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. ἀλλʼ οὐδʼ ἐν τόπῳ ἔσται· σῶμα γὰρ δήπου τὸ ἐπέχον τόπον, οὐ σῶμα δὲ τὸ πᾶν, ὥστʼ οὐδαμοῦ τὸ πᾶν. καὶ μὴν ᾧ τὸν αὐτὸν ἐπέχειν τόπον συμβέβηκε, τοῦτο τὸ μένον· ὥστʼ οὐ μένει τὸ πᾶν οὐ γὰρ ἐπέχει τόπον. ἀλλʼ οὐδὲ κινεῖται πρῶτον ὅτι καὶ τῷ κινουμένῳ τόπου δεῖ καὶ χώρας ὑποκειμένης, ἔπειθʼ ὅτι τὸ κινούμενον ἢ αὑτὸ κινεῖν ἢ ὑφʼ ἑτέρου πάσχειν πέφυκε· τὸ μὲν οὖν ὑφʼ ἑαυτοῦ κινούμενον ἔχει τινὰς νεύσεις ἐξ ἑαυτοῦ καὶ ῥοπὰς κατὰ βάρος ἢ κουφότητα κουφότης δὲ καὶ βάρος ἤτοι σχέσεις τινὲς ἢ δυνάμεις εἰσὶν ἢ διαφοραὶ πάντως σώματος τὸ δὲ πᾶν οὐ σῶμά ἐστιν· ὥστʼ ἀνάγκη μήτε βαρὺ μήτε κοῦφον εἶναι τὸ πᾶν μηδʼ ἔχειν ἐξ ἑαυτοῦ κινήσεως ἀρχήν. ἀλλὰ μὴν οὐδʼ ὑφʼ ἑτέρου κινήσεται τὸ πᾶν· ἕτερον γὰρ οὐδέν ἐστι τοῦ παντός· ὥστʼ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον. ὅλως δέ, ἐπεὶ τὸ λέγειν σῶμα τὸ πᾶν μηδʼ δέον ἐστὶ κατʼ αὐτούς, σῶμα δʼ οὐρανὸς καὶ γῆ καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι καὶ λίθοι τὸ μὴ ὂν σῶμα σώματα μέρη ἕξει καὶ τοῦ μὴ ὄντος μέρη ὄντα ἔσται καὶ τὸ μὴ βαρὺ χρήσεται βαρέσι μορίοις καὶ κούφοις τὸ μὴ κοῦφον ὧν οὐδʼ ὀνείρατα λαβεῖν μᾶλλον ἔστι παρὰ τὰς κοινὰς ἐννοίας. καὶ μὴν οὕτως οὐδὲν ἐναργές ἐστι καὶ τῶν κοινῶν ἐχόμενον ἐννοιῶν ὡς τό, εἴ τι μὴ ἔμψυχόν ἐστιν, ἐκεῖνο ἄψυχον εἶναι· καὶ πάλιν, εἴ τι μὴ ἄψυχον, ἐκεῖνο ἔμψυχον εἶναι· καὶ ταύτην οὖν ἀνατρέπουσι τὴν ἐνάργειαν, οὕτω τὸ πᾶν ὁμολογοῦντες μήτʼ ἔμψυχον εἶναι μήτʼ ἄψυχον. ἄνευ δὲ τούτων, ἀτελὲς μὲν οὐδεὶς νοεῖ τὸ πᾶν, οὗ γε δὴ μηδὲν μέρος ἄπεστιν οὗτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπʼ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατʼ αὐτούς, ὃ μήτʼ ἀτελὲς; μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔτʼ ὅλον, ὡς αὐτοὶ λέγουσι· τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν διʼ ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτʼ ἄλλου τὸ πᾶν ἀλλʼ οὐδʼ ἑαυτοῦ ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται. φέρε τοίνυν πάντας ἀνθρώπους ἐρωτᾶσθαι, τί νοοῦσι τὸ μηδὲν καί τίνα τοῦ ἐπίνοιαν λαμβάνουσιν ἆρʼ, οὐκ ἂν εἴποιεν, ὡς τὸ μήτʼ, αἴτιον ὑπάρχον μήτʼ, αἴτιον ἔχον μήθʼ ὅλον μήτε μέρος μήτε τέλειον μήτʼ ἀτελὲς μήτʼ ἔμψυχον μήτʼ ἄψυχον μήτε κινούμενον μήτε μένον που μήθʼ ὑπάρχον μήτε σῶμα μήτʼ ἀσώματον; τοῦτο καὶ οὐκ ἄλλο τι τὸ οὐδέν ἐστιν. ὅταν οὖν ὅσα πάντες οἱ λοιποὶ τοῦ μηδενός, οὗτοι μόνοι τοῦ παντὸς κατηγοροῦσι, ταὐτὸν ὡς ἔοικε φαίνονται τῷ μηδενὶ τὸ πᾶν ποιοῦντες. οὐδὲν οὖν ἔτι δεῖ λέγειν τὸν χρόνον, τὸ κατηγόρημα, τὸ ἀξίωμα, τὸ συνημμένον, τὸ συμπεπλεγμένον οἷς χρῶνται μὲν μάλιστα τῶν φιλοσόφων, ὄντα δʼ οὐ λέγουσιν εἶναι. καίτοι τὸ γʼ ἀληθὲς; ὂν μὴ εἶναι μηδʼ ὑπάρχειν, ἀλλὰ καταλαμβάνεσθαι καὶ καταληπτὸν εἶναι καὶ πιστὸν ᾧ τῆς οὐσίας; τοῦ ὄντος μὴ μέτεστι, πῶς οὖν οὐ πᾶσαν ἀτοπίαν ὑπερβέβληκεν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi