Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
3 ΛΑΜΠΡ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος· νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης, ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφʼ ὧν μάλιστα τὴν αἵρεσιν, ὥσπερ ἐπὶ τῶν ἀνα δοκοῦσι, καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν.
3 ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας; καὶ δικαστὰς; μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;
3 ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;
4 ΔΙΑΔΟΥΜ. ἤδη τοίνυν αὐτὸ τοῦτο σκόπει πρῶτον, εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας, καὶ μήτʼ ὑγίειαν μήτʼ εὐεξίαν μήτε κάλλος μήτʼ ἰσχὺν ἡγουμένους αἱρετὰ μήδʼ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δʼ οἰκειοῦν ἡμᾶς τὴν φύσιν· εὖ μάλα καὶ τούτου παρὰ τὴν κοινὴν ἔννοιαν ὄντος, οἰκειοῦν πρὸς τὰ μὴ συμφέροντα μηδʼ ἀγαθὰ τὴν φύσιν καὶ ἀλλοτριοῦν πρὸς τὰ μὴ κακὰ μηδὲ βλάπτοντα· καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας, εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi