Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
31 ΔΙΑΔΟΥΜ. ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων. ἐπεὶ τοίνυν Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δʼ ἐκ πάντα τέτυκται ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν ἐννοίας, εἴ τι ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, μεθέντας γʼ ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον. οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλʼ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη. οἱ δʼ ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, ὡς ἁπλῶς εἰπεῖν, ἔννοιαν ὑγιᾶ καὶ ἀκέραιον ἀπολελοίπασι. τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; ἢ τί ἐν ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα καί ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀν̔θρὡπων καὶ τὸ κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι πόνων τʼ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος; καὶ ἴσως ἐντύχοι τις ἂν ἔθνεσι βαρβάροις καὶ ἀγρίοις θεὸν μὴ νοοῦσι, θεὸν δὲ νοῶν μὴ νοῶν δʼ ἄφθαρτον μηδʼ ἀίδιον, ἄνθρωπος; οὐδὲ εἷς γέγονεν. οἱ γοῦν ἄθεοι προσαγορευθέντες οὗτοι, Θεόδωροι καὶ Διαγόραι καὶ Ἵππωνες, οὐκ ἐτόλμησαν εἰπεῖν τὸ θεῖον ὅτι φθαρτόν ἐστιν, ἀλλʼ οὐκ ἐπίστευσαν ὡς ἔστι τι ἄφθαρτον τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανὸν τὴν γῆν τὸν ἀέρα τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον ἀσθενείᾳ γάρ τινι καὶ τὸ μεταβάλλον εἰς ἕτερον φθείρεται καὶ τὸ τοῖς ἄλλοις εἰς ἑαυτὸ φθειρομένοις τρεφόμενον σῴζεται. ταῦτα δʼ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν παρὰ τὴν ἔννοιαν, ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι μᾶλλον δʼ οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἢ γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς· ἢ γὰρ ἀθάνατον εἶναι φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε θνητὸν εἶναι μήτε ἀθάνατον. ὧν οὐκ ἔστιν οὐδὲ πλάττοντας ἐξεπίτηδες ἕτερα παρὰ τὴν κοινὴν ἔννοιαν ὑπερβάλλειν τὴν ἀτοπίαν· λέγω δὲ τοὺς ἄλλους· ἐπεὶ τούτοις γε τῶν ἀτοπωτάτων οὐδὲν ἄρρητον οὐδʼ ἀνεπιχείρητόν ἐστι παρειμένον. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει, λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιῶσαι πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτὸν ἀλλʼ ὅτι οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντὲς τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἔστι τὸ σπεύδειν ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi