Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
34 ΔΙΑΔΟΥΜ. οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τὰ λίαν ἀγαθὰ δυσκολαίνουσι. τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. οὐ γὰρ ἥ γʼ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε. κινεῖ δʼ αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν. ὥστʼ ἀνάγκη τὸ κακόν, εἰ μὲν διʼ οὐδέν, ἐκ τοῦ μὴ ὄντος· εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν. καὶ γὰρ εἰ μὲν οἴονται τὸν Δία μὴ κρατεῖν τῶν ἑαυτοῦ μερῶν μηδὲ χρῆσθαι κατὰ τὸν αὑτοῦ λόγον ἑκάστῳ; παρὰ τὴν ἔννοιαν λέγουσι καὶ πλάττουσι ζῷον, οὗ πολλὰ τῶν μορίων ἐκφεύγει τὴν βούλησιν, ἰδίαις ἐνεργείαις χρώμενα καὶ πράξεσιν, αἷς τὸ ὅλον ὁρμὴν οὐ δίδωσιν οὐδὲ κατάρχει κινήσεως. οὕτω γὰρ κακῶς οὐδὲν συντέτακται τῶν ψυχὴν ἐχόντων, ὥστʼ ἀβουλοῦντος αὐτοῦ προϊέναι πόδας ἢ φθέγγεσθαι γλῶτταν ἢ κέρα κυρίττειν ἢ δάκνειν ὀδόντας· ὧν ἀνάγκη τὰ πλεῖστα πάσχειν τὸν θεόν, εἰ παρὰ τὴν βούλησιν αὐτοῦ μέρη ὄντες οἱ φαῦλοι ψεύδονται καὶ ῥᾳδιουργοῦσι καὶ τοιχωρυχοῦσι καὶ ἀποκτιννύουσιν ἀλλήλους. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστον ἔστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλʼ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖσθαι πέφυκεν, ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν ὅδʼ αὖτʼ ἐκείνου φθόγγος ἐξωλέστερος. ἑ μυριάκις γὰρ ἦν ἐπιεικέστερον ἀσθενείᾳ καὶ ἀδυναμίᾳ τοῦ Διὸς ἐκβιαζόμενα τὰ μέρη πολλὰ δρᾶν ἄτοπα παρὰ τὴν ἐκείνου φύσιν καὶ βούλησιν, ἢ μήτʼ ἀκρασίαν εἶναι μήτε κακουργίαν, ἧς οὐκ ἔστιν ὁ Ζεὺς αἴτιος. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi