Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
36 ΔΙΑΔΟΥΜ. ἀκοῦσαι τοίνυν ἔστιν αὐτῶν καὶ γράμμασιν ἐντυχεῖν πολλοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς διαφερομένων καὶ βοώντων, ὡς πάντα πράγματα συγχέουσι ταῖς ἀπαραλλαξίαις, ἐπὶ δυεῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι καίτοι τοῦτο μὲν οὐκ ἔστιν ὅστις ἀνθρώπων οὐ διανοεῖται, καὶ τοὐναντίον οἴεται θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρὸς ἢ σύκῳ τὸ τοῦ λόγου σῦκον ἐν τῷ παντὶ χρόνῳ γέγονεν ἀπαράλλακτον. ἐκεῖνα δʼ ὄντως; παρὰ τὴν ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν, ἐπὶ μιᾶς οὐσίας δύʼ ἰδίως; γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους. εἰ γὰρ δύο, καὶ τρεῖς καὶ τέτταρες ἔσονται καὶ πέντε καὶ ὅσους οὐκ ἄν τις εἴποι περὶ μίαν οὐσίαν· λέγω δʼ οὐκ ἐν μέρεσι διαφόροις, ἀλλὰ πάντας ὁμοίως περὶ ὅλην τοὺς ἀπείρους. λέγει γοῦν Χρύσιππος ἐοικέναι τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἐκπύρωσις γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν ἀναχωρεῖν ἐπὶ τὴν πρόνοιαν, εἶθʼ ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi