37
ΔΙΑΔΟΥΜ. ἀφέντες οὖν ἤδη τοὺς θεοὺς καὶ προσευξάμενοι κοινὰς φρένας διδόναι καὶ κοινὸν νοῦν, τὰ περὶ στοιχείων πῶς ἔχει αὐτοῖς ἴδωμεν. παρὰ τὴν ἔννοιάν ἐστι. σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν. οἱ δʼ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν ἐπιφάσκοντες ἐπιλείψειν ἐπιόντι τῷ μεγίστῳ νεανιεύονται, δόγμα ποιούμενοι τὸν ἔλεγχον, ὡς ἐν ἄλλοις πολλοῖς, ἅτε δὴ μαχομένας ὑποθέσεις ταῖς ἐννοίαις λαμβάνοντες. αὐτίκα γοῦν τῷ λόγῳ τούτῳ πολλὰ τερατώδη καὶ ἀλλόκοτα προσδέχεσθαι τοὺς τὰ σώματα τοῖς σώμασιν ὅλοις ὅλα κεραννύντας. ὧν ἐστι καὶ τὸ τὰ τρία τέσσαρα εἶναι· τουτὶ γὰρ οἱ μὲν ἄλλοι λέγουσιν ἐν ὑπερβολῇ παράδειγμα τῶν ἀδιανοήτων τούτοις δὲ συμβαίνει τὸν ἕνα κύαθον τοῦ οἴνου πρὸς δύο κεραννύμενον ὕδατος, εἰ μέλλει μὴ ἀπολείπειν ἀλλʼ ἐξισοῦσθαι, παράγοντας ἐπὶ πᾶν καὶ διασυγχέοντας ἕνʼ ὄντα δύο ποιεῖν τῇ πρὸς τὰ δύο τῆς κράσεως ἐξισώσει τὸ γὰρ μένειν ἕνα καὶ δυεῖν παρεκτείνειν καὶ ποιεῖν ἴσον τῷ διπλασίῳ· ἔτι δʼ, ὅπως ἐξίκηται τῇ κράσει πρὸς τοὺς δύο, δυεῖν λαμβάνειν μέτρον ἐν τῇ διαχύσει, τοῦτο μέτρον ἅμα καὶ τριῶν ἐστι καὶ τεσσάρων· τριῶν μέν, ὅτι τοῖς δύο εἷς μέμικται· τεσσάρων δέ, ὅτι δυσὶ μεμιγμένος ἴσον ἔσχηκε πλῆθος οἷς μίγνυται. τοῦτό δὴ συμβαίνει τὸ καλὸν αὐτοῖς, ἐμβάλλουσιν εἰς; σῶμα σώματα, καὶ τὸ τῆς περιοχῆς ἀδιανόητον. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι τὸ δʼ ἐνυπάρχειν οὕτω γὰρ οὐ κρᾶσις ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης τῆς δʼ ἐκτὸς περιεχούσης, τῶν δʼ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλʼ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις ιὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον καὶ μηδʼ ἕτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνειν δʼ ἀμφότερα, τῆς κράσεως διʼ ἀλλήλων διιέναι καὶ μηδὲν ἐπιλείπεσθαι μηδενὸς μόριον ἀλλὰ πᾶν παντὸς ἀναπίμπλασθαι βιαζομένης. ἐνταῦθα δήπου καὶ τὸ θρυλούμενον ἐν ταῖς διατριβαῖς Ἀρκεσιλάου σκέλος; ἥκει ταῖς ἀτοπίαις ἐπεμβαῖνον αὐτῶν μετὰ γέλωτος. εἰ γάρ εἰσιν αἱ κράσεις διʼ ὅλων, τί κωλύει, τοῦ σκέλους ἀποκοπέντος καὶ κατασαπέντος καὶ ῥιφέντος εἰς τὴν θάλατταν καὶ διαχυθέντος, οὐ τὸν Ἀντιγόνου μόνον στόλον διεκπλεῖν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλὰ τὰς Ξέρξου χιλίας καὶ διακοσίας καὶ τὰς Ἑλληνικὰς ὁμοῦ τριακοσίας τριήρεις ἐν τῷ σκέλει ναυμαχούσας; οὐ γὰρ ἐπιλείψει δήπουθεν προϊὸν οὐδὲ παύσεται ἐν τῷ μείζονι τοὔλαττον ἢ πέρας ἡ κρᾶσις ἕξει καὶ τὸ τελευταῖον αὐτῆς ἁφὴν ὅπου λήγει ποιησάμενον εἰς ὅλον οὐ δίεισιν ἀλλʼ ἀπαγορεύει μιγνύμενον. εἰ δὲ μεμίξεται διʼ ὅλων, οὐ μὰ Δία τὸ σκέλος ἐνναυμαχῆσαι παρέξει τοῖς Ἕλλησιν· ἀλλὰ τοῦτο μὲν δεῖται σήψεως καὶ μεταβολῆς· εἷς δέ τις κύαθος; ἢ μία σταγὼν αὐτόθεν εἰς τὸ Αἰγαῖον ἐμπεσοῦσα πέλαγος ἢ τὸ Κρητικὸν ἐφίξεται τοῦ Ὠκεανοῦ καὶ τῆς Ἀτλαντικῆς θαλάσσης, οὐκ ἐπιπολῆς ψαύουσα τῆς ἐπιφανείας ἀλλὰ πάντῃ διὰ βάθους εἰς πλάτος ὁμοῦ καὶ μῆκος ἀναχεομένη. καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὐδὲν ἀπέχειν φάμενος οἴνου σταλαγμὸν ἕνα κεράσαι τὴν θάλατταν· καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, εἰς ὅλον φησὶ τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν ὧν οὐκ οἶδα τί ἂν ἀτοπώτερον φανείη.