38
ΔΙΑΔΟΥΜ. καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτʼ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτʼ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλʼ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον. οὔτε γὰρ μεῖζον οὔτε ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπʼ ἄπειρον ἀμφοτέροις συμβέβηκεν, ἀλλʼ ἀνισότητος αἴρεται φύσις ἀνίσων γὰρ νοουμένων, τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι· μὴ οὔσης δʼ ἀνισότητος, ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος· ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, τραχύτης δʼ ἀνωμαλία μετὰ σκληρότητος· ὧν οὐδὲν ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπʼ ἄπειρον ἐξάγοντες καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον; ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδʼ ὁ κόσμος ἢ ὁ ἄνθρωπος· ἐπʼ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δʼ ἀπείρων οὐδέν ἐστι πλέον οὐδʼ ἔλαττον οὐδʼ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν.
38
ΛΑΜΠΡ. Πῶς οὖν ἀμύνονται ταύτας; τὰς ἀπορίας;