Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
38 ΔΙΑΔΟΥΜ. . εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως λέγει γὰρ ὁ Χρύσιππος ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον ἐὰν δʼ ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν φησὶ τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτʼ ἔκ τινων συνεστάναι καὶ ὁμοίως οὔτʼ ἐξ ὁποσωνοῦν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων. καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτʼ ἔκ τινων οὔτʼ ἐξ ὁποσωνοῦν μερῶν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτω πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτʼ ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν· εἰ δέ, ὡς τὸ μὴ ἴσον εὐθὺς ἄνισον καὶ τὸ μὴ φθαρτὸν ἄφθαρτον, οὕτω τὸ μὴ πεπερασμένον ἄπειρον νοοῦμεν, ὅμοιόν ἐστιν, οἶμαι, τῷ τὸ σῶμα εἶναι μήτʼ ἐκ πεπερασμένων μήτʼ ἐξ ἀπείρων καὶ λόγον εἶναι μήτʼ ἐξ ἀληθῶν λημμάτων μήτʼ ἐκ ψευδῶν μήτʼ ἐξ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi