41
ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωικοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλʼ ὅ τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν ὥστε μηδὲν κατὰ τὸ νῦν ὑπομένειν μηδὲ λείπεσθαι μόριον χρόνου παρόντος, ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς τὰ μέλλοντα τὰ δʼ εἰς τὰ παρῳχημένα διανέμηται. δυεῖν οὖν συμβαίνει θάτερον, ἢ τὸ ἦν χρόνος καὶ ἔσται χρόνος τιθέντας ἀναιρεῖν τὸ ἔστι χρόνος · ἢ ἔστι χρόνος ἐνεστηκώς , οὗ τὸ μὲν ἐνειστήκει τὸ δʼ ἐνστήσεται καὶ λέγειν ὅτι τοῦ ὑπάρχοντος τὸ μὲν μέλλον ἐστὶ τὸ δὲ παρῳχημένον, καὶ τοῦ νῦν τὸ μὲν πρότερον τὸ δʼ ὕστερον ὥστε νῦν εἶναι τὸ μηδέπω νῦν καὶ τὸ μηκέτι νῦν · οὐκέτι γὰρ νῦν τὸ παρῳχημένον καὶ οὐδέπω νῦν τὸ μέλλον. ἀνάγκη δʼ οὕτω διαιροῦσι λέγειν αὐτοῖς, ὅτι καὶ τοῦ σήμερον τὸ μὲν ἐχθὲς τὸ δʼ αὔριον καὶ τοῦ τῆτες τὸ μὲν πέρυσι τὸ δʼ εἰς νέωτα, καὶ τοῦ ἅμα τὸ μὲν πρότερον τὸ δʼ ὕστερον. οὐδὲν γὰρ ἐπιεικέστερα τούτων κυκῶσι, ταὐτὰ ποιοῦντες τὸ μηδέπω καὶ τὸ ἤδη καὶ τὸ μηκέτι καὶ τὸ νῦν καὶ τὸ μὴ νῦν · οἱ δʼ ἄλλοι πάντες ἄνθρωποι καὶ τὸ ἄρτι καὶ τὸ μετὰ μικρόν , ὡς ἕτερα τοῦ νῦν μόρια, καὶ τὸ μὲν μετὰ τὸ νῦν τὸ δὲ πρὸ τοῦ νῦν τίθενται καὶ νοοῦσι καὶ νομίζουσι. τούτων Ἀρχέδημος μὲν ἀρχήν τινα καὶ συμβολὴν εἶναι λέγων τοῦ παρῳχημένου καὶ τοῦ ἐπιφερομένου τὸ νῦν λέληθεν αὑτὸν ὡς ἔοικε τὸν πάντα χρόνον ἀναιρῶν. εἰ γὰρ τὸ νῦν οὐ χρόνος ἐστὶν ἀλλὰ πέρας χρόνου πᾶν δὲ μόριον χρόνου τοιοῦτον οἷον τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος ἀλλʼ εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ ὁρμὰς ἀναλυόμενος. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ ʼτὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλʼ ὑφεστηκέναι φησί, μόνον δʼ ὑπάρχειν τὸ ἐνεστηκός ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι τὸ δὲ παρεληλυθός. ὥστε συμβαίνει τὸ ὑπάρχον αὐτῷ τοῦ χρόνου διαιρεῖν εἰς τὰ μὴ ὑπάρχοντα τοῦ ὑπάρχοντος, μᾶλλον δʼ ὅλως τοῦ χρόνου μηδὲν ἀπολείπειν ὑπάρχον, εἰ τὸ ἐνεστηκὸς οὐδὲν ἔχει μέρος, ὃ μὴ μέλλον ἐστὶν ἢ παρῳχημένον.