42
ΔΙΑΔΟΥΜ. ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἷον ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος· τὰ δὲ τῶν πράξεων καὶ κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δʼ εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχὴν μηδενὸς δʼ ἔργου πρῶτον γεγονέναι μηδʼ ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων. ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτω τοῦ πραττομένου τὸ μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι. πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δʼ ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δʼ ὁ βαδίζων ἐβάδιζε καὶ βαδιεῖται; τὸ δὲ δεινῶν, φασί, δεινότατον, εἰ τῷ ζῶντι τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτʼ ἀρχὴν ἔσχε τὸ ζῆν οὔθʼ ἕξει πέρας· ἀλλʼ ἕκαστος ἡμῶν ὡς ἔοικε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται μὴ παυσάμενος. εἰ γὰρ οὐδέν ἐστιν ἔσχατον μέρος ἀλλʼ ἀεί τι τῷ ζῶντι τοῦ παρόντος εἰς τὸ μέλλον περίεστιν, οὐδέποτε γίγνεται ψεῦδος τὸ ζήσεσθαι Σωκράτη· ἀλλʼ ὁσάκις ἀληθὲς ἔσται τὸ ζῇ Σωκράτης , ἐπὶ τοσοῦτον ψεῦδος τὸ τέθνηκε Σωκράτης ὥστʼ, εἰ τὸ ζήσεται Σωκράτης ἀληθές ἐστιν ἐν ἀπείροις χρόνου μέρεσιν, ἐν οὐδενὶ χρόνου μέρει τὸ τέθνηκε Σωκράτης ἀληθὲς ἔσται. καίτοι τί πέρας ἂν ἔργου γένοιτο; ποῦ δʼ ἂν λήξειε τὸ πραττόμενον, ἄν, ὁσάκις ἀληθές ἐστι τὸ πράττεται , τοσαυτάκις ἀληθὲς καὶ τὸ πραχθήσεται; ψεύσεται γὰρ ὁ λέγων περὶ τοῦ γράφοντος καὶ διαλεγομένου Πλάτωνος, ὅτι παύσεταί ποτε Πλάτων διαλεγόμενος , εἰ μηδέποτε ψεῦδός ἐστι τὸ διαλεχθήσεται περὶ τοῦ διαλεγομένου καὶ τὸ γράψει περὶ τοῦ γράφοντος. ἔτι τοίνυν τοῦ γιγνομένου μέρος οὐδὲν ἐστιν, ὅπερ οὐκ ἤτοι γεγονός ἐστιν ἢ γενησόμενον καὶ παρεληλυθὸς ἢ μέλλον· γεγονότος δὲ καὶ γεγενημένου καὶ παρῳχημένου καὶ μέλλοντος αἴσθησις οὐκ ἔστιν· οὐδενὸς οὖν ἁπλῶς αἴσθησίς ἐστιν. οὔτε γὰρ ὁρῶμεν τὸ παρῳχημένον ἢ τὸ μέλλον οὔτʼ ἀκούομεν οὔτʼ ἄλλην τινὰ λαμβάνομεν αἴσθησιν τῶν γεγονότων ἢ γενησομένων· οὐδὲν οὖν, οὐδʼ ἂν παρῇ τι, αἰσθητόν ἐστιν, εἰ τοῦ παρόντος ἀεὶ τὸ μὲν μέλλει τὸ δὲ παρῴχηκε καὶ τὸ μὲν γεγονός ἐστι τὸ δὲ γενησόμενον.