Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
45 ΔΙΑΔΟΥΜ. ἐν δὲ τῇ ψυχῇ τί παθόντες ἤ τίνας πάλιν ἄλλας ὑποθέσεις κοσμοῦντες ἐνδημιουργοῦσι σωμάτων διαφορὰς καὶ ἰδέας ὀλίγου δέω εἰπεῖν ἀπείρους τὸ πλῆθος, οὐκ ἂν ἔχοι τις εἰπεῖν· ἀλλʼ ὅτι τὰς κοινὰς καὶ συνήθεις ἐξοικίζοντες ἐννοίας, μᾶλλον δʼ ὅλως ἀναιροῦντες καὶ διαφθείροντες, ἑτέρας ἐπεισάγουσιν ἀλλοκότους καὶ ξένας. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους ἐν μηδενὶ φάναι κεῖσθαι μηδʼ ὑπάρχειν τόπον τούτοις, ἕνα δὲ τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε. τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν, ἀλλὰ καὶ ζῷα λογικὰ καὶ ζῴων τοσούτων σμῆνος οὐ φίλιον οὐδʼ ἥμερον, ἀλλʼ ὄχλον ἀντιστάτην κακίαις καὶ πολέμιον νοῦν ἔχοντας, ἀποφαίνειν ἕκαστον ἡμῶν παράδεισον ἢ μάνδραν ἢ δούρειον ἵππον τί ἄν τις ἃ πλάττουσιν οὗτοι διανοηθείη καὶ προσαγορεύσειεν;ʼ ὑπερβολὴ τίς ἐστιν ὀλιγωρίας καὶ παρανομίας εἰς τὴν ἐνάργειαν καὶ τὴν συνήθειαν. οἱ δʼ οὐ μόνον τὰς ἀρετὰς καὶ τὰς κακίας ζῷα εἶναι λέγουσιν οὐδὲ τὰ πάθη μόνον ὀργὰς καὶ φθόνους καὶ λύπας καὶ ἐπιχαιρεκακίας, οὐδὲ καταλήψεις καὶ φαντασίας καὶ ἀγνοίας οὐδὲ τὰς τέχνας ζῷα, τὴν σκυτοτομικὴν τὴν χαλκοτυπικήν· ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι, τὸν περίπατον ζῷον τὴν ὄρχησιν τὴν ὑπόδεσιν τὴν προσαγόρευσιν τὴν λοιδορίαν ἕπεται δὲ τούτοις καὶ γέλωτα ζῷον εἶναι καὶ κλαυθμόν· εἰ δὲ ταῦτα, καὶ βῆχα καὶ πταρμὸν καὶ στεναγμὸν πτύσιν τε πάντως καὶ ἀπόμυξιν καὶ τὰ λοιπά· ἔνδηλα γάρ ἐστι. καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτʼ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος οὐχ ἡ μὲν νὺξ σῶμʼ ἐστίν, ἡ δʼ ἑσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματʼ οὔκ ἐστιν· οὐδʼ ἡ μὲν ἡμέρα σῶμʼ ἐστὶν οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακὰς καὶ ὁ μὴν σῶμʼ ἐστὶ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi