Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
48 ΔΙΑΔΟΥΜ. στοιχείου γε μὴν καὶ ἀρχῆς ἔννοια κοινὴ πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἐμπέφυκεν, ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον· οὐ γὰρ στοιχεῖον οὐδʼ ἀρχὴ τὸ μεμιγμένον ἀλλʼ ἐξ ὧν μέμικται. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες οὐ καθαρὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἀσύνθετον ἀλλʼ ἐξ ἑτέρου καὶ διʼ ἑτέρον ἀποφαίνουσιν ἡ δʼ ὕλη καθʼ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἁπλοῦν ἔχει καὶ τὸ ἀρχοειδὲς ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδʼ ἄυλος, ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης. εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν εἰ δʼ ἕτερα, καὶ ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.
49 ΔΙΑΔΟΥΜ. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδʼ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γὰρ εἰς ἀεὶ καὶ ὕδωρ οὔθʼ ἑαυτὰ συνέχειν οὔθʼ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν ἀέρα δὲ καὶ πῦρ αὑτῶν τʼ εἶναι διʼ εὐτονίαν ἐκτατικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθʼ ἁπλοῦν μήτε πρῶτον μήθʼ αὑτῷ διαρκές, ἀλλʼ ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος; οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος τῆς γῆς τινὸς καθʼ ἑαυτήν. εἶτα πῶς οὖσα γῆ καθʼ ἑαυτὴν ἀέρος δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος; ἀλλʼ οὐκ ἔστι γῆ καθʼ ἑαυτὴν οὐδʼ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi