9
ΔΙΑΔΟΥΜ. τοῦτο δʼ οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλʼ ὅτι, τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγιγνομένης, πολλάκις οὐδʼ αἰσθάνεσθαι τὸν κτησάμενον οἴονται, διαλεληθέναι δʼ αὑτόν, ὅτι μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν. οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γιγνώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν· ἀλλὰ καὶ ὅλως ὡς εἰπεῖν τάγαθὸν ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδʼ αἴσθησιν αὑτοῦ ποιεῖ παραγενόμενον. φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατʼ αὐτούς ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τάγαθόν· ὡς δʼ οἴεται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας. ἔτι τοίνυν ἄτοπον μέν ἐστι τὴν τῶν ἀτρέμα λευκῶν καὶ μέσως αἰσθανομένην ὄψιν ἐκφεύγειν τὰ ἐπʼ ἄκρον λευκὰ καὶ τὴν τὰ μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν ἀτοπώτερον δέ, εἴ τις τὸ κοινῶς κατὰ φύσιν, οἷόν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων, τὴν ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται. πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν, φρονήσεως δὲ μὴ καταλαμβάνειν καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν; ἐπεὶ δʼ ἐκ τῆς ἄκρας προκοπῆς μεταβάλλουσιν εἰς εὐδαιμονίαν καὶ ἀρετήν, δυεῖν ἀνάγκη θάτερον, ἢ τὴν προκοπὴν κακίαν μὴ εἶναι μηδὲ κακοδαιμονίαν, ἢ τὴν ἀρετὴν τῆς κακίας μὴ πολλῷ παραλλάττειν μηδὲ τῆς κακοδαιμονίας τὴν εὐδαιμονίαν, ἀλλὰ μικρὰν καὶ ἀνεπαίσθητον εἶναι τὴν πρὸς τὰ κακὰ τῶν ἀγαθῶν διαφορὰν οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντʼ ἐκείνων ταῦτ̓ ἔχοντες.