11
ΔΙΑΔΟΥΜ. ἔτι Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν· ἔτι δὲ μᾶλλον, ᾧ μηδὲν ἀγαθὸν ἔστι μηδʼ ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν ἀδιαφόρων αὐτῷ προσγένηται. ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν γέμων κακῶν δὴ κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ· ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν. εἰκότως δέ φησὶ Χρύσιππος οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν. οὕτως ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις; οὐ δεῖ σκοπεῖν ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδʼ ὥσπερ ἐπὶ ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν ἐπιζήμια μᾶλλον ἢ ὠφέλιμα ἀλλʼ ἐκ τῶν μήτʼ ὠφελούντων μήτε βλαπτόντων τοὺς εἰ βιωτέον ἢ μὴ ποιεῖσθαι λογισμούς; οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι; καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν μηδενὶ κακῷ γενομένους· παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τάγαθὸν ἀφίησιν· ὅπερ οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθʼ ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν. ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι. καίτοι τὰ μὲν χάλκεα τῶν ὅπλων οὐχ ἧττον ἢ τὰ χρυσᾶ παρεῖχε χρείαν μαχομένοις, εὐπρέπεια δὲ σώματος καὶ ὑγίεια τοῖς Στωικοῖς οὔτε χρείαν οὔτʼ ὄνησίν τινα φέρει πρὸς εὐδαιμονίαν· ἀλλʼ ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν. καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δʼ ὅνους φρονίμους ἑξ ἀφρόνων ἀνθρὡπων, οὐκ τὸν τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν; καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον. ἀλλʼ ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δʼ ὄνου περιφέρειν πρόσωπον ἀδιάφορον. ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες; δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ ἄρχουσιν. ἆῤ οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ ὠφέλιμον καὶ συμφέρον καλοῦσι, πράττουσι δὲ ταῦτα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν, ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων; καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος· οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας.