Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
1 ΛΑΜΠΡΙΑΣ. σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφʼ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ἐμὲ δὲ πολλῆς, ὣς γʼ ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτʼ ἐπῳδαῖς εἴτʼ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δʼ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς· οἵ γε πρὸς μικρὰ καὶ μετʼ αἰδοῦς τὰ παρʼ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο· τοὺς δὲ πρεσβυτέρους μετʼ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ δε ξομμιινιβης νοτιτιις. ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας θεῶν νομίζοι μετʼ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δʼ, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν· Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος, ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλʼ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς,
1 / 48 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi