24
ἀλλὰ γάρ ἔφη πρὸς ἐμὲ βλέψας εὔηθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον. ὑπολαβὼν οὖν ὁ Ζεύξιππος εἶθʼ οὗτος ἔφη διʼ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα πρὸς Ἐπίκουρον τὸ λοιπὸν λέγοντες; ἥκιστα ἔφην ἐγὼ καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι κατʼ Ἐμπεδοκλέα. πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ γὰρ αὐτὸν οἶμαι μὴ παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.
25
καὶ ὁ Θέων ὥσπερ ἐκβιασθεὶς ἀλλʼ εἰ δοκεῖ ταῦτα ἔφη ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε· σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν· ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς· ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθʼ Ἅιδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων, ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπʼ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ· αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.