Thesauros Edebiyat biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
14 διὸ καὶ τὰ πρὸς τοῦτον εἰρημένα δοκεῖ μοι λαβεῖν ἐφεξῆς. καὶ πρῶτόν γε τὴν ἐπιμέλειαν καὶ πολυμάθειαν τοῦ φιλοσόφου σκεψώμεθα, λέγοντος ὅτι τούτοις τοῖς δόγμασι τοῦ Πλάτωνος ἐπηκολουθήκασιν Ἀριστοτέλης καὶ Ξενοκράτης καὶ Θεόφραστος καὶ πάντες οἱ Περιπατητικοί. ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα μὴ τοῖς ἐκείνων συντάγμασιν ἐντύχῃς μηδʼ ἀναλάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ Οὐρανοῦ καὶ τὰ περὶ Ψυχῆς, Θεοφράστου δὲ τὰ πρὸς τοὺς Φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὸ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν Φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ Ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι; καὶ μὴν τῶν ἄλλων Περιπατητικῶν ὁ κορυφαιότατος Στράτων οὔτʼ Ἀριστοτέλει κατὰ πολλὰ συμφέρεται καὶ Πλάτωνι τὰς ἐναντίας ἔσχηκε δόξας περὶ κινήσεως περὶ νοῦ καὶ περὶ ψυχῆς καὶ περὶ γενέσεως· καὶ τελευτῶν τὸν κόσμον αὐτὸν οὐ ζῷον εἶναί φησι, τὸ δὲ κατὰ φύσιν ἕπεσθαι τῷ κατὰ τύχην· ἀρχὴν γὰρ ἐνδιδόναι τὸ αὐτόματον, εἶθʼ οὕτω περαίνεσθαι τῶν φυσικῶν παθῶν ἕκαστον. τάς γε μὴν ἰδέας, περὶ ὧν ἐγκαλεῖ τῷ Πλάτωνι, πανταχοῦ κινῶν ὁ Ἀριστοτέλης καὶ πᾶσαν ἐπάγων ἀπορίαν αὐταῖς ἐν τοῖς ἠθικοῖς ὑπομνήμασιν ἐν τοῖς μετὰ τὰ φυσικὰ ἐν τοῖς φυσικοῖς διὰ τῶν ἐξωτερικῶν διαλόγων, φιλονεικότερον ἐνίοις ἔδοξεν ἢ φιλοσοφώτερον ἐκ τῶν δογμάτων τούτων, ὡς προθέμενος τὴν Πλάτωνος ὑπερείπειν φιλοσοφίαν οὕτω μακρὰν ἦν τοῦ ἀκολουθεῖν. τίνος οὖν εὐχερείας ἐστὶ τὰ δοκοῦντα τοῖς ἀνδράσι μὴ μαθόντα καταψεύδεσθαι τὰ μὴ δοκοῦντα; καὶ πεπεισμένον ἐλέγχειν ἑτέρους αὐτόγραφον ἐξενεγκεῖν ἀμαθίας ἔλεγχον καθʼ αὑτοῦ καὶ θρασύτητος, ὁμολογεῖν Πλάτωνι φάσκοντα τοὺς διαφερομένους καὶ ἀκολουθεῖν τοὺς ἀντιλέγοντας;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi