Thesauros Edebiyat biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
27 καὶ μὴν αὐτῶν γε τούτων ὡς αἴσθησιν ἔχειν δεῖ καὶ σάρκινον εἶναι, καὶ φανεῖται ἡδονὴ ἀγαθόν οὐκοῦν καὶ τῷ ἐπέχοντι ἀγαθὸν φανεῖται καὶ γὰρ αἰσθήσεως μετέχει καὶ σάρκινός ἐστι· καὶ λαβὼν ἀγαθοῦ φαντασίαν ὀρέγεται καὶ ὁρμᾷ, πάντα πράττων ὅπως οὐ διαφεύξεται αὐτόν, ἀλλʼ ὡς ἀνυστὸν ἀεὶ συνέσται τῷ οἰκείῳ, φυσικαῖς, οὐ γεωμετρικαῖς ἑλκόμενος ἀνάγκαις ἄνευ διδασκάλου γὰρ αὐτὰ προκαλεῖται τὰ καλὰ ταῦτα καὶ λεῖα καὶ προσηνῆ κινήματα τῆς σαρκός, ὡς αὐτοί φασιν οὗτοι, καὶ τὸν πάνυ μὴ φάσκοντα μηδʼ ὁμολογοῦντα κάμπτεσθαι καὶ μαλάσσεσθαι τούτοις. ἀλλὰ πῶς οὐκ εἰς ὄρος ἄπεισι τρέχων ὁ ἐπέχων ἀλλʼ εἰς βαλανεῖον, οὐδὲ πρὸς τὸν τοῖχον ἀλλὰ πρὸς τὰς θύρας ἀναστὰς βαδίζει, βουλόμενος εἰς ἀγορὰν προελθεῖν; τοῦτʼ ἐρωτᾷς, ἀκριβῆ τὰ αἰσθητήρια λέγων εἶναι καὶ τὰς; φαντασίας ἀληθεῖς; ὅτι φαίνεται δήπουθεν αὐτῷ βαλανεῖον οὐ τὸ ὄρος ἀλλὰ τὸ βαλανεῖον, καὶ θύρα οὐχ ὁ τοῖχος ἀλλʼ ἡ θύρα· καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον. ὁ γὰρ τῆς ἐποχῆς λόγος οὐ παρατρέπει τὴν αἴσθησιν, οὐδὲ τοῖς ἀλόγοις πάθεσιν αὐτῆς καὶ κινήμασιν ἀλλοίωσιν ἐμποιεῖ διαταράττουσαν τὸ φανταστικόν, ἀλλὰ τὰς δόξας μόνον ἀναιρεῖ χρῆται τοῖς ἄλλοις ὡς πέφυκεν ἀλλʼ ἀδύνατον τὸ μὴ συγκατατίθεσθαι τοῖς ἐναργέσι τὸ ἀρνεῖσθαι τὰ πεπιστευμένα τοῦ μήτʼ, ἀρνεῖσθαι μήτε τιθέναι παραλογώτερον. τίς οὖν κινεῖ τὰ πεπιστευμένα καὶ μάχεται τοῖς ἐναργέσιν; οἱ μαντικὴν ἀναιροῦντες καὶ πρόνοιαν ὑπάρχειν θεῶν φάσκοντες μηδὲ τὸν ἥλιον ἔμψυχον εἶναι μηδὲ τὴν σελήνην, οἷς πάντες ἄνθρωποι θύουσι καὶ προσεύχονται καὶ σέβονται τὸ φύσει περιέχεσθαι τὰ τεκόντα τῶν γειναμένων οὐχὶ πᾶσι φαινόμενον ἀναιρεῖτε; τὸ δὲ πόνου καὶ ἡδονῆς μηδὲν εἶναι μέσον οὐκ ἀποφαίνεσθε παρὰ τὴν πάντων αἴσθησιν, ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ λέγοντες;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi