Thesauros Edebiyat biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
34 ὅτι δʼ οὐ νομοθέταις ἀλλὰ νόμοις ἐπολέμουν, ἔξεστιν ἀκούειν Ἐπικούρου· ἐρωτᾷ γὰρ αὑτὸν ἐν ταῖς Διαπορίαις εἰ πράξει τινὰ ὁ σοφός, ὧν οἱ νόμοι ἀπαγορεύουσιν, εἰδὼς ὅτι λήσει· καὶ ἀποκρίνεται οὐκ εὔοδον τὸ ἁπλοῦν ἐστι κατηγόρημα, τουτέστι πράξω μὲν οὐ βούλομαι δʼ ὁμολογεῖν. πάλιν δέ, οἶμαι, γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφʼ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν εἴπερ οὖν οἱ νόμους καὶ πολιτείας ἀναιροῦντες τὸν βίον ἀναιροῦσι τὸν ἀνθρώπινον, Ἐπίκουρος δὲ καὶ Μητρόδωρος τοῦτο ποιοῦσι, τοὺς μὲν συνήθεις ἀποτρέποντες τοῦ τὰ κοινὰ πράττειν τοῖς δὲ πράττουσιν ἀπεχθανόμενοι τοὺς δὲ πρώτους καὶ σοφωτάτους τῶν νομοθετῶν κακῶς λέγοντες τῶν δὲ νόμων παρακελευόμενοι περιφρονεῖν, ἐὰν μὴ προσῇ φόβος πληγῆς καὶ κολάσεως· οὐκ οἶδα τί τηλικοῦτο κατέψευσται τῶν ἄλλων ὁ Κωλώτης, ἡλίκον ἀληθῶς τῶν Ἐπικούρου λόγων καὶ δογμάτων κατηγόρηκεν.
← Önceki 34 / 34

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi