Kitap 1
14
ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου, τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃ ὅτι ἔφη οὔπω ἐσιώπησα. καὶ ἐνθένδε ἀρξάμενος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν, οἱ δʼ ὀφθαλμοὶ καὶ ὁ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο· τό τοι μνημονικὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρʼ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον καὶ ἡ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς ἢ σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γενέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀργὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δʼ ἐπιπλῆξαι προαχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ παρεῖναι τὰς ἐλέγξεις τότε.