Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

29 ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπʼ ἐκείνοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα ἥκει ἔφη τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ με ἐν τῇ εὐνῇ. ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο· ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρέσχετο. καὶ προτείνας τὴν δεξιὰν κάλει, ἔφη καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος.
30 εἰσῄει μὲν δὴ παραπεμπόμενος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζομένων, ἀλλʼ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέσας τὸν Δάμιν ἤρου με ἔφη πρώην, ὅ τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, ἣ δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾅδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ Παμφύλων τρόπον. ἠρόμην, ἔφη τὸ δὲ ὄνομα οὐκ εἶπας. οὐκ, ὦ χρηστέ, εἶπον, ἀλλʼ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμφύλων παρήλλαξε· πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενόμεθα, καὶ οὐκέτʼ ἤρου με περὶ τοῦ ὀνόματος· καλεῖται τοίνυν ἡ σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτήσασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται. ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi